8
Κεφ. στʹ.Ἡ Σεραπίωνος.Καὶ ταύτην ἔγραψεν ὁ
9
Κρίτων ἐν τῇ φαρμακίτιδι βίβλῳ κατὰ τήνδε τὴν λέξιν. ἡ
10
Σεραπίωνος, ἣν τινες Αἰγυπτίαν, οἱ δὲ Ἀφροδίτην καλοῦσι.
11
ποιεῖ δὲ πρὸς πᾶν τραῦμα καὶ δεῖ αὐτῇ ἐπιμένειν μὴ ἀπελπίζοντας.
12
ποιεῖ πρὸς νύγματα καὶ σκόλοπας καὶ παρωτίδας,
13
κατατίτρησίν τε καὶ φύματα καὶ ἐξιποῦσα παρακολλᾷ, ποιεῖ
14
καὶ πρὸς πᾶσαν σκληρίαν καὶ πρὸς ἐπινυκτίδας καὶ πρὸς
15
ἐπιφορὰν τῶν ἄρθρων καὶ πρὸς τὰ θλάσματα τῶν ὤτων,
16
ποιεῖ καὶ πρὸς τὰ πρεσβυτικὰ καὶ χειρώνεια καὶ παχύχειλα
17
ἕλκη. ♃ ἐλαίου παλαιοῦ κο. γʹ. λιθαργύρου 𐅻 σʹ. ἀμμωνιακοῦ 13.884
1
θυμιάματος 𐅻 ρξηʹ. ῥητίνης κολοφωνίας, πιτυΐνης 𐅻 ξηʹ.
2
κηροῦ 𐅻 ρξηʹ. χαλβάνης 𐅻 κʹ. ἰοῦ 𐅻 νʹ. οἱ δὲ 𐅻 κʹ. σμύρνης
3
𐅻 δʹ. οἱ δὲ 𐅻 ηʹ. ἕψε λιθάργυρον, ἔλαιον ἕως μετρίως
4
δοκῇ συνεστράφθαι, εἶτ’ ἄρας τὴν λοπάδα προσέμβαλλε ἀμμωνιακὸν,
5
εἶτα ῥητίνην, εἶτα κηρόν. τήξας δὲ ἓν ἕκαστον αὐτῶν
6
προσεχόντως, ἵνα μὴ προσκαῇ, ἄρας πάλιν χαλβάνην
7
ἀποδίδοθι καὶ ἰὸν, εἶτα ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕως μηλίνη γένηται
8
καὶ εὐσύστατος, ἕψε. ἔσχατον δὲ ἄρας τὴν σμύρναν
9
ἀποδίδου καὶ κινήσας κατάχεε, ἀναλαμβάνων ἐν δέρματι
10
ἀποτίθεσο.