1
Κεφ. ηʹ.Μενοίτου μηλίνη.♃ ῾Λιθαργύρου λίτρας
2
δʹ. ἐλαίου λίτρας γʹ. τερμινθίνης διαυγοῦς λίτρας βʹ. κηροῦ
3
λίτραν αʹ. ἰοῦ, λιβανωτοῦ, χαλβάνης ἀνὰ οὐγγίας δʹ. ἀμμωνιακοῦ
4
θυμιάματος γο στʹ. ἕψε λιθάργυρον καὶ ἔλαιον
5
ἕως ἂν λίαν συστῇ, εἶτα βάλλε τὴν ῥητίνην καὶ τὸν κηρόν.
6
καὶ ὅταν λυθῇ καλῶς ταῦτα, θὲς κάτω τὴν κακκάβην καὶ
7
ἔα ψυγῆναι καλῶς, εἶτα βάλλε τὸν ἰὸν, καὶ κινήσας κάτω
8
ἕψε πάλιν ἐπὶ μαλακοῦ πυρὸς, ἄχρις ἂν μηλοειδὲς γένηται,
9
εἶτα τὴν χαλβάνην καὶ τὸν λιβανωτὸν λειώσας καὶ κατεράσας
10
εἰς θυείαν, ἔνθα προλελείωται τὸ ἀμμωνιακὸν ἐν ὄξει,
11
ὡς εἶναι γλοιῶδες, καὶ μαλάξας εὐθέως ἀναλάμβανε καὶ ἐπιχέας
12
ὄξους ὀλίγον, ἔα μέχρι τῆς ἑξῆς ἡμέρας καὶ τότε πάλιν
13
μαλάξας ἀπόθου.