Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.)
urn:cts:greekLit:tlg0057.tlg077
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
editio(nes) critica(e):
translatio Latina: De compositione medicamentorum per genera, 1827, vol. 13, pp. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1


4 Κεφ. ηʹ.Δαμοκράτους μάλαγμα.Ἐπεὶ καὶ πρὸς
5 μνήμην ἐστὶ χρήσιμα τὰ διὰ μέτρων γεγραμμένα καὶ τὰς συμμετρίας
6 τῶν φαρμάκων ἀκριβῶς φυλάττει, διὰ τοῦτο καὶ τὰ
7 Δαμοκράτους εἴωθα προσγράφειν, ἐν οἷς ἐστι καὶ τοῦτο
8 προσγεγραμμένον.

9 Χρεία δὲ πάντως καὶ μαλάγματος καλοῦ
10Τοῖς σφόδρα φιλιάτροισιν ἔσται πολλάκις
11Πρὸς σπάσματα μυῶν μεγάλα καὶ πρὸς ῥήγματα
12Ἄρθρων. ἔτι δὲ καὶ λυγίσματα,
13Νεύρων παχυσμοὺς καὶ μυῶν τὰς σκληρίας
14Μετὰ φλεγμονῆς, πρὸς μέντοι καὶ τὰ δήγματα,
15Πρὸς ταῦτα τοῦτό ἐστι δραστικώτατον.
16Αἴρει δὲ καὶ λειχῆνας αὐτὸ καὶ λέπρας,
17Ἐπικείμενον τὸ πλεῖστον ἡμέρας ιʹ.
18Ἀλλαττόμενον παρὰ μίαν βʹ. ἡμέρας.
13.989
1Πίσσης διαυγοῦς ξηροτάτης λίτρας βʹ.
2Μίαν πιτυΐνης καὶ μίαν κηροῦ καλοῦ,
3Ἀμμωνιακοῦ καὶ στυπτηρίας ὑγρᾶς πάλιν
4Μίαν ποίει, δριμυτάτου ὄξους βʹ.
5Ξέστας μετρήσας, ἔχε παρεσκευασμένον.
6 Κατὰ τὸ σπάνιον δὲ χαλβάνης βʹ. οὐγγίας
7Τινὲς προσέβαλλον, βουλόμενοι τὰς σκληρίας
8Θᾶσσον μαλάξαι τὰς ἐχούσας καὶ χρόνον.
9Σκεύαζε δ’ οὕτως, ἀπολαβὼν ὄξους τρίτον,
10Ἀμμωνιακοῦ κατάχει τε καὶ στυπτηρίας,
11Καὶ λεῖα ποιῶν ἐν θυείᾳ μείζονι,
12Πάχος ποίησον μέλιτος ὑγροῦ προσφάτου.
13Πίσσαν δὲ καὶ τὸ λοιπὸν ἐν καινῇ χύτρᾳ
14Ἕψησον, ὡς πᾶν παρ’ ἐλάχιστον ἐκφρυγῇ,
15Οὕτως κατάχει τε τῶν καλῶς λελεασμένων
16Ἐν τῇ θυείᾳ κἀνάκοφθ’ ἕως λάβῃ
17Ξανθὸν τὸ χρῶμα μηλίνῃ προσεμφερές.
18Μῖξαι δὲ πάντως βουλόμενος καὶ χαλβάνην.
13.990
1Μετὰ κηροῦ ταύτην πιτυΐνην τε προσβαλεῖς,
2Ἄρας μετ’ ὀλίγον τὴν χύτραν ἀπὸ τοῦ πυρός.
3Τινὲς δὲ προσβάλλουσι μάννης σταθμὸν ἴσον,
4Τὴν στυπτηρίαν αἴροντες ἐκ τοῦ φαρμάκου.
5Καὶ χρώμενοι πρὸς τὰ τοιαῦτα, προσφάτους
6Κολλῶσι ταύτῃ τῇ δυνάμει διαιρέσεις.
7Τούτῳ δὲ κέχρησο κἀπὸ πρώτης ἡμέρας,
8Ἐφ’ ὧν προεῖπον, ὅταν ἔχωσιν εὐλαβῶς,
9Πρὸς τὰς ἀμυχάς τε καὶ τὰ ταύταις ἑπόμενα.
10Τῷ σπληνίῳ δ’ ἄνωθεν ὄξει διάβροχον
11Σπόγγον ἐπίβαλλε κἀπίδει πεπιεσμένως,
12Οὕτως ἐπιῤῥίψεις αὐτὸ καὶ τοῖς σπληνικοῖς.
13Ἐφ’ ὧν δ’ ὑπονοεῖς τὸν σκίῤῥον σπλάγχνῳ τινὶ
14Ἐσόμενον, ἀδεῶς κέχρησο τῷ μαλάγματι.


15 Μετὰ τοῦτο τὸ φάρμακον Δαμοκράτης ἔγραψε τὴν
16 διὰ τῶν ἁλῶν, ἀρξάμενος αὐτῆς οὕτως.

17Ἄν ἐπιμένῃ τούτων τινὶ πλείοσι χρόνοις;
18Σκεύαζε καὶ τοῦθ’, ὡς κάλλιστον φάρμακον.
13.991


1 Εἶτα μετὰ τοῦτο καὶ ἄλλο δι’ ἁλῶν γράφει καὶ μετ’
2 ἀμφότερα πάλιν ἄλλο, χοιράδας δὲ διαφορεῖν ἐπαγγελλόμενον
3 καὶ ἥπατος καὶ σπληνὸς ὑδερώδεις διαθέσεις. ἐμοὶ δὲ
4 ἄμεινον ἔδοξεν, ἐν ταῖς διαφορητικαῖς ἐμπλάστροις ταῦτα
5 γράψαι τὰ φάρμακα.