Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.)
urn:cts:greekLit:tlg0057.tlg077
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
editio(nes) critica(e):
translatio Latina: De compositione medicamentorum per genera, 1827, vol. 13, pp. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1


15 Κεφ. ιʹ.Διὰ χυλῶν Δαμοκράτους ὑπὸ Μενεκράτους.

16Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα
17Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,
18Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ ἄγαν
13.997
1Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.
2Ὅταν μυὸς τρωθέντος νεύρων τινῶν
3καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,
4Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι
5Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων;
6Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,
7Ξηρότητος γλώττης γένηται πρόσθεσις,
8Καθ’ ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.
9Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.
10Τά τ’ ἐγγὺς αὐτῶν πάντ’ ἔχοντα σώματα
11Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,
12Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.
13Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,
14Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν
15Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.
16Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς
17Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’ εἰς τοὺς φόβους,
18Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.
13.998
1Σκεύαζε τοίνυν πρὸς προείρηται πάθη
2Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,
3Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ ἐπικείμενον,
4Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν
5Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ
6Πυκναῖς τ’ ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.
7Ἐν ταῖς καταρχαῖς δ’ οὐκ ἐῶν μεγέθη λαβεῖν,
8Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,
9 Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ ἕτερα.
10Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,
11Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος
12Λίτρας βʹ. βαλὼν, τέσσαρας δ’ ἀξυγγίου
13Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας
14Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου
15Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,
16Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.
17Τήξας δ’ ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,
18Ἔπαιρ’ ἀπ’ αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,
13.999
1Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,
2Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,
3Μὴ πᾶν δ’ ἔλαιον, ἀλλὰ τὰ δύ’ αὐτοῦ μέρη,
4Τὸ τρίτον δ’ ὑπολιπὼν, ἔχ’ ἐν ἑτοίμῳ κείμενον,
5Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ σοι παρόν.
6Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,
7Ὅταν γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ
8Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,
9Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,
10Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
11Κινῶν σπάθῃ, βέλτιον ἂν τῇ πευκίνῃ.
12Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον
13Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,
14Λάβῃ δ’ ὁμοίως δυσωδίαν φαρμάκου,
15Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
16Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,
17Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ ὅμως,
18Κίνει δ’ ὁμοίως ἕως μετρίως ὑποψυγῇ,
13.1000
1Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν
2Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.
3Ὅταν δ’ χρεία, πάλιν μαλάττειν εὐτόνως,
4Μαλακῷ τ’ ἐπιμελῶς ἐμπλάσαντας δέρματι,
5Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.
6Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ
7Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας
8Σκληρούς τε μασθοὺς, ἄρθρα τ’ ἐξῳδηκότα,
9Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν
10Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν
11Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει
12Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ ἐν τῇ χύτρᾳ.
13Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ ἀποβάλῃ
14Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,
15Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,
16Λείαν δ’ ἐπιπάσας τὴν λιθάργυρον, τότε
17Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν
18Ἀπόθου θ’ ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.
13.1001
1Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν
2πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,
3Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.
4Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα
5Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα
6Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ ἄγαν
7Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,
8Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων
9Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.
10Ποιεῖ δὲ πάνθ’ ὅσ’ ἔμπροσθεν εἶπον ποιεῖν
11Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.
12Εἶναι δ’ ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,
13Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,
14Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ
15Διεθεῖσα καλῷ γε μυρσίνῳ ἀπουλοῦν.
16Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον
17 Ἔξωθεν ἐπ’ αὐτῶν φήσ’ ἐπιῤῥιπτούμενον,
18Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.
13.1002
1Ἔστι δ’ ἀναγραφῆς ἄξιον τὸ φάρμακον.
2Ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις,
3Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον.
4Ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ.
5Ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου
6 Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου.
7Ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις,
8Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου.
9Ξέστου δ’ ἔφασκε τήλεως μέρος ἥμισυ.
10Ταὐτὸν λινοσπέρμου τε τοῦ κεκαυμένου.
11Μαλάχης τ’ ἀγρίας ἔλεγε γʹ. λίτρας σταθμῷ,
12Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον,
13Ἕψειν δι’ ὕδατος μὲν ξέστας ηʹ. μέτρῳ,
14Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
15Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης,
16Τετμημένης, λεπτῆς τε καὶ τεθλασμένης,
17Τῆλιν πεπλυμένην, τό τε λινόσπερμον καλῶς.
18Ὅταν δὲ χυλωθῇ τε καὶ πάχος λάβῃ,
13.1003
1Δι’ ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε,
2Στήσας δὲ τὰς δʹ. λίτρας σταθμῷ
3Μιγνὺς τ’ ἔλαιον, πᾶν ἕψει ἐπ’ ἀνθράκων.
4Ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων
5Πυκναί τ’ ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ
6Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε
7Ἕψε τε μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
8Ἕως τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς,
9Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη,
10Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ.
11Ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις,
12Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον.


13 Ἄλλο.

14Καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον,
15Εἰ καὶ δι’ ἑτέρων μιγμάτων σκευάζεται.
16Ποιεῖ γὰρ ἀμέλει πρὸς προεῖπον, πάνθ’ ἁπλῶς
17Τά τ’ ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα,
13.1004
1Τὰ κατὰ μυῶν ὑμένων τε μεγάλα τραύματα.
2Λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως
3Ἀρθριτικοῖς τε πᾶσ’ ἐπιῤῥιπτούμενον,
4Παρηγορήσει τοὺς κεχρονισμένους τόπους.
5Ἔχει δὲ πίσσης ξηροτάτης λίτρας βʹ.
6Καθαροῦ τε κηροῦ Ποντικοῦ λίτρας βʹ.
7Πάλιν τερμινθίνης τε καὶ τῆς καθύγρου
8Λίτρας βʹ. μάννης λιβάνου τ’ ἀδόλου λίτραν
9Ἥμισυ δὲ λίτρας τι βραχυῤῥεπέστερον
10Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου.
11Τὰ μὲν ἄλλ’ ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ
12Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ
13Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων.
14Οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς,
15Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον,
16Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον.
17Οὕτω ψυγέν τε καὶ μαλαχθὲν, ἀποτίθου
13.1005
1Ῥόδινόν τε ταύτῃ τῇ δυνάμει τὸ πρόσφατον
2Πολὺ καταμίξας, χρήσῃ καὶ πρὸς κοῖλ’ ἄγαν
3Ἄσαρκά θ’ ἕλκη καὶ τενόντων φλεγμονὰς
4Δυσμεταβόλως τ’ ἔχοντα πρὸς λευκὸν πύον.