Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.)
urn:cts:greekLit:tlg0057.tlg077
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
editio(nes) critica(e):
translatio Latina: De compositione medicamentorum per genera, 1827, vol. 13, pp. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1


13 Κεφ. ιαʹ.Κρίτωνος μήλινα φάρμακα.Περὶ ὧν Κρίτων
14 ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη
15 πρὸς τὰ νεότρωτα. δ’ αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται.
16 λιθαργύρου λίτρας δʹ. κηροῦ λίτρας δʹ. τερμινθίνης οὐγγίας
17 ηʹ. ἰοῦ οὐγγίας ηʹ. ἐλαίου παλαιοῦ ξέστας βʹ. ὄξους ξέστου
18 ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ 13.516
1 πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην,
2 κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ
3 καὶ ἄλλην Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην,
4 ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ’
5 ἐπαγγελίᾳ μεγάλην· γράφει γοῦν ἐπ’ αὐτῇ κατὰ λέξιν οὕτως.
6 διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ
7 ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων
8 ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα
9 καὶ σκληρίας. λιθαργύρου μνᾶν αʹ. κηροῦ
10 μνᾶς στʹ. ἰοῦ μνᾶς δʹ. χαμαιλέοντος μνᾶς ηʹ. ἐλαίου μνᾶν αʹ.
11 ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ
12 γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα
13 πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς
14 ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον
15 εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ.  γέγραφε δὲ καὶ ἄλλας
16 Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων
17 πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς 13.517
1 ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς
2 δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ’ ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται,
3 κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς
4 αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν,
5 ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ
6 καὶ τοῦ Μνασαίου, πολυειδῶς ὑπ’ αὐτοῦ σκευαζομένη
7 κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς
8 κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλων τε
9 καὶ μηλίνων.