3Τῶν περιβοήτων δ’ ἐστὶν ἐμπλάστρων μία,
4Μόνη τ’ ἔχουσα Κρητικὸν τὸ καλούμενον
5Δίκταμνον, ἰᾶται δὲ τὰς τῶν ἑρπετῶν,
6Ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα
7Πάντων τετραπόδων, κᾂν λελυσσήκῃ τινὰ,
8Τετυλωμένα θ’ ἕλκη, τάς τε τῶν νεύρων φθοράς.
9Μυῶν τε καὶ τῶν ὀστέοις ἐπικειμένων
10Χόνδρων, ἐχόντων διὰ βάθους ἤδη φθοράν.
11Τά τε περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥάχιν
12Ἕλκη θεραπεύει, κᾂν χρόνους πολλοὺς ἔχῃ·
13Καὶ πάνθ’ ὅσ’ εἶπον τὴν καλουμένην ποιεῖν
14Αἰγυπτίαν ἔμπλαστρον ἔμπροσθεν βραχύ.
15Ταύτην ἀγαθὴν σφόδρ’ οὖσαν ἔνιοι καὶ μόνην
16Δοκοῦσι πασῶν τῶν καλῶν βελτίονα,
17Πολλῶν διὰ πείρας οὐκ ἔχοντες φαρμάκων.
18Ἔχει δὲ λιθάργυρον δὶς ἑκατὸν δραχμὰς,
13.822
1Λίτρας δ’ ἐλαίου τοῦ παλαιοῦ τέταρτον.
2Τινὲς δὲ κοτύλης φασὶ μᾶλλον τέταρτον.
3Δὶς δ’ εἴκοσι πέντε Ποντικοῦ κηροῦ δραχμὰς,
4Κολοφωνίας δὲ τῆς καλῆς, κηροῦ διπλοῦν,
5 Τινὲς δὲ μᾶλλον, ταὐτὸ τῆς τερμινθίνης.
6Ἰοῦ δὲ χαλκοῦ καὶ ἀλόης Ἰνδικῆς,
7Χαλκοῦ τε κεκαυμένου καὶ διφρυγοῦς καλοῦ
8Ἑκκαίδεχ’ ἥμισυ ἐξ ἑκάστου μίγματος,
9Εἴκοσι δραχμὰς δὲ χαλβάνης καὶ δʹ.
10Μάννης, λιβάνου τε τὰς ἴσας δὶς ιβʹ.
11Ἀμμωνιακοῦ δὶς εʹ. καὶ δὶς κʹ.
12Ἑκκαίδεκα δραχμὰς προπόλεως τῆς Ἀττικῆς,
13Ἀριστολοχίας τῆς μακρᾶς δὶς ιʹ. δραχμὰς
14Δὶς στʹ. λεπίδος, τοῦ Κυπρίου χαλκοῦ δραχμὰς
15Καὶ γεντιανῆς ξηροτάτης ῥίζης ἴσον.
16Τούτοις προσαπόδος πᾶσι δικτάμνου πόας
17Ξηρᾶς ἐχούσης ἄνθος ὁλκὰς κʹ.
18Λείας. λιθάργυρον δὲ μετ’ ἐλαίου βαλὼν,
13.823
1Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
2Ἕψε πυρὶ κούφῳ καὶ μαλακῷ, κινῶν σπάθῃ
3Ἕως γένηται μέλιτος Ἀττικοῦ πάχος.
4Ἴσον δὲ καὶ τῆς λεπίδος προσβαλὼν πάλιν
5Ἕψε λαβρότερον, εἶτα κιῤῥοῦ γενομένου
6Τοῦ φαρμάκου, πρόσβαλε χαλκὸν καὶ διφρυγὲς,
7Ποιῶν τ’ ἀμόλυντον καὶ πεπηγὸς φάρμακον
8Πρόσβαλλε κηρὸν τήν τε ῥητίνην ἅμα.
9Ὧν συντακέντων, ὅταν ἴδῃς κεκραμένην
10Ἔμπλαστρον, αἴρεις τὴν χύτραν ἀπὸ τοῦ πυρὸς
11Καὶ προσβαλὼν προπόλεώς τε καὶ χαλβάνην,
12Ἀμμωνιακὸν, μάνναν τε καὶ ἀλόην, τότε
13Ψύξας τὸ πυρῶδες καὶ ζέον τοῦ φαρμάκου,
14Ἀριστολοχίαν λειοτάτην προσεμπάσεις
15Καὶ γεντιανὴν, τήν τε δίκταμνον πόαν
16Καὶ προσανακόψας τῇ σπάθῃ τὸ φάρμακον
17Χερσὶ καὶ μαγδαλιὰς ποιῶν, ἔχε,
18Εἰς ἃς προεῖπον χρώμενος περιστάσεις.