11
Κεφ. ζʹ.Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας
12
ἐμπλάστρους.Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης
13
τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν
14
τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ’ ἄλλας βʹ. πλέονα διαφωνίαν
15
ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία
16
γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ’
17
οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν. 13.885
1
♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης 𐅻 νστʹ.
2
πρασίου 𐅻 νστʹ. μήκωνος ἀγρίου 𐅻 νστʹ. ὑοσκυάμου χλωροῦ
3
𐅻 νστʹ. λεπίδος 𐅻 κεʹ. λιβάνου 𐅻 ηʹ. ῥητίνης ξηρᾶς
4
𐅻 ιστʹ. ἀλόης 𐅻 ιστʹ. σχιστῆς 𐅻 δʹ. κηροῦ μνᾶν αʹ. ἐλαίου
5
παλαιοῦ κοτύλας βʹ. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων
6
ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ
7
γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ
8
ἀρσενικοῦ ἀνὰ 𐅻 δʹ.