14
Κεφ. θʹ.Μηλίνη Σεραπίωνος τραυματικὴ καὶ διαλυτικὴ,
15
πυκτικὴ, πάγχρηστος.♃ Λιθαργύρου 𐅻 ρʹ. ἀμμωνιακοῦ
16
θυμιάματος 𐅻 κηʹ. κηροῦ 𐅻 νστʹ. ἰοῦ κυπρίου 𐅻 θʹ.
17
σμύρνης 𐅻 αʹ. κολοφωνίας 𐅻 νστʹ. χαλβάνης 𐅻 θʹ. ἐλαίου 13.510
1
κοτύλης ἥμισυ, θέρους κο. αʹ. τέταρτον, ἕψε λιθάργυρον
2
ἔλαιον. ὅταν μεταβαλῇ, ἀμμωνιακὸν, εἶτα κηρὸν, καὶ καθελὼν
3
βάλλε χαλβάνην, ἰὸν καὶ τὰ λοιπὰ καὶ μαλακῶς ἕψε.
4
τοιαύτας ἑψήσεις ἔγραψαν πολλοὶ τῶν πρὸ ἐμοῦ τῶν γεγραμμένων
5
ἐμπλάστρων μηλίνων, ἀφ’ ὧν καθ’ ὁμοιότητα
6
καὶ τὰς ἄλλας μηλίνας ἕψειν δυνήσεσθε. τὴν μὲν λιθάργυρον
7
δεῖ πρῶτον ἐμβαλόντας, εἶτα ῥητίνας καὶ ἀμμωνιακὸν,
8
εἶτα χαλβάνην καὶ ἰόν. εἶτα ἐὰν ἤτοι λιβανωτὸν ἢ σμύρναν
9
ἢ ἀλόην λαμβάνῃ, ταῦτα γὰρ, ὅταν αἴρηται τὸ φάρμακον
10
ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι χρὴ μὴ φέροντα τὰς ἑψήσεις.
11
προείρηται δ’ ὅτι καὶ μαλακῶς ἕψεσθαι χρὴ, μάλιστα
12
ὅταν ὁ ἰὸς ἐμβληθῇ. καὶ μέντοι καὶ ὅτι βάλλειν αὐτὸν χρὴ
13
καθέντα κατὰ γῆς τὴν κακκάβην καὶ μικρὸν ἀποψύχοντα καὶ
14
μᾶλλον ἐὰν μικρὸν ᾖ τὸ ἀγγεῖον, ἐν ᾧ ἡ ἕψησις γίνεται.
15
ζέοντι γὰρ τῷ προεψημένῳ, κατ’ αὐτὸ προσεμβληθεὶς ὁ ἰὸς,
16
ὑπερχεῖσθαι πολλάκις ἐποίησε τοῦ ἀγγείου τὸ φάρμακον. ἐν
17
δὲ τῇ τοῦ Μενοίτου μηλίνῃ τῇ πρώτῃ τῇ πυκτικῇ καλουμένῃ,
18
διότι μάλιστα οἱ πύκται χρῶνται τῷ φαρμάκῳ, καὶ 13.511
1
ὅτι δι’ ὄξους τὸ ἀμμωνιακὸν ἐν τῇ θυείᾳ δύναται λειοῦσθαι,
2
τῶν ἄλλων ἁπάντων ἐν τῇ κακκάβῃ μιχθέντων, εἶτα
3
καταχεομένου αὐτοῦ προμεμαθήκαμεν.