15
Κεφ. ιεʹ.Πρὸς ἄνθρακας.Ὁ ἄνθραξ ἕλκος ἐστὶν,
16
ἐσχάραν ταχὺ ποιοῦν, μετὰ φλεγμονῆς ἰσχυρᾶς τοῦ πέριξ
17
μορίου παντὸς, ὥστε καὶ πυρετοὺς ἐπιφέρεσθαι σφοδροὺς 13.855
1
καὶ κινδύνους ἐσχάτους, ὥστε χρὴ κατ’ αὐτῆς μὲν τῆς ἐσχάρας
2
ἰσχυρὸν τιθέναι φάρμακον, καὶ τούτων γε ὁποῖα πρὸς
3
νομὰς ἁρμόζειν εἴρηται, τὰ δὲ πέριξ καταπλάσσειν καταπλάσμασιν
4
ὁμαλὴν ἔχουσι δύναμιν, ὡς ἀποκρούεσθαί τε καὶ
5
μετρίως ἐμψύχειν καὶ διαφορεῖν. ἀλλὰ περὶ μὲν τῶν καταπλασμάτων
6
ἐν τῇ περὶ τούτων πραγματείᾳ λέλεκται· νυνὶ
7
δὲ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων μνημονεύσομεν. πρὸς
8
ἄνθρακας τὰ ὑπ’ Ἀσκληπιάδου. ἡ τοῦ Μασσαλιώτου. ταύτην
9
ἐξέθηκε τῇ πόλει πρὸς τὴν δύναμιν, διὰ τὸ τοὺς ἄνθρακας
10
ἐπιπολάζειν καὶ πολλοὺς ἀφαιρεῖσθαι. ♃ χρυσοκόλλης
11
𐅻 δʹ. νίτρου ὀπτῆς 𐅻 δʹ. λίθου Ἀσίου 𐅻 δʹ. ἀρσενικοῦ
12
𐅻 δʹ. σανδαράχης 𐅻 δʹ. μίσυος ὀπτοῦ 𐅻 δʹ. χαλκίτεως
13
𐅻 δʹ. στυπτηρίας σχιστῆς 𐅻 δʹ. διφρυγοῦς 𐅻 δʹ. τρίψαντες
14
καθ’ ἓν καὶ ὁμοῦ ἀποτιθέμεθα εἰς ἀγγεῖον χαλκοῦν
15
Κύπριον. ἐπὶ δὲ τῆς χρήσεως ἐπιτίθεμεν προσθλίβοντες
16
τῷ πλάτει τῆς μήλης, ἕως μελανθῇ ὁ ἄνθραξ, εἶτ’ ἐπιτίθεμεν
17
ἐπάνω τὴν ὑπογεγραμμένην χλωράν. ἔστι δὲ αὕτη. ♃
18
λιβάνου 𐅻 αʹ. ἰοῦ ξυστοῦ δραχμὴν αʹ. λεπίδος χαλκοῦ δραχμὴν 13.856
1
μίαν, στυπτηρίας σχιστῆς ὀβολοὺς τέσσαρας, ἁλὸς ἀμμωνιακοῦ
2
ὀβολοὺς τέσσαρας, κηροῦ δραχμὰς ζʹ. ὀβολοὺς τρεῖς,
3
ῥητίνης πιτυΐνης ξηρᾶς δραχμὰς ιεʹ. ἐλαίου παλαιοῦ κοτύλην
4
αʹ. τὰ ξηρὰ τρῖβε ἐν ἡλίῳ μετὰ ὄξους. τὰ δὲ τηκτὰ
5
τῆκε καὶ κατέρα καὶ ἀνακόψας ἀνελόμενος χρῶ. παρὰ Δημοσθένει
6
τῷ Μασσαλιώτῃ τῷ τε φάρμακον συντιθέντι
7
ἐλαίου ἔχει κοτύλας δύο.
8
Ἀπίωνος πρὸς ἄνθρακας.♃ Νίτρου ἐρυθροῦ, ἀρσενικοῦ,
9
σανδαράχης, χαλκίτεως, χαλκάνθου, διφρυγοῦς, ἑκάστου
10
τὸ ἴσον, ὄξει λειοτριβῶν καὶ ξηράνας καὶ πάλιν τρίψας
11
χρῶ. Ἀπολλωνίου ὀργανικοῦ. ♃ χρυσοκόλλης δραχμὴν
12
μίαν, στυπτηρίας σχιστῆς δραχμὴν αʹ. καὶ στρογγύλης δραχμὴν
13
μίαν, σανδαράχης δραχμὴν μίαν, ὤχρας δραχμὴν αʹ. μίσυος
14
ὠμοῦ δραχμὴν αʹ. χαλκάνθου δραχμὴν αʹ. λείοις χρῶ.
15
ἡ ἀνθίζουσα Μάγνου πρὸς σηπεδόνας, νομὰς, ἄνθρακας,
16
πτερύγια, ὦτα πυοῤῥοοῦντα, ποιεῖ καὶ πρὸς τὰς ἐν τῷ
17
στόματι νομάς. ♃ στυπτηρίας σχιστῆς 𐅻 ηʹ. χαλκίτεως 𐅻 στʹ.
18
σανδαράχης 𐅻 γʹ. σιδίων ῥοᾶς ξηρῶν 𐅻 βʹ. χαλκάνθου 𐅻 αʹ. 13.857
1
μίσυος 𐅻 βʹ. νίτρου 𐅻 βʹ. ὀμφακίνου ξηροῦ 𐅻 βʹ. χρῶ ξηρῷ
2
καὶ μετὰ μέλιτος. ἄλλο Διοδώρου. ♃ κηκίδος ὀμφακίνης
3
𐅻 δʹ. μίσυος 𐅻 βʹ. χαλκίτεως 𐅻 βʹ. ἀρσενικοῦ 𐅻 βʹ.
4
σανδαράχης 𐅻 βʹ. στυπτηρίας σχιστῆς, χαλκάνθου, λίθου
5
Ἀσίου, διφρυγοῦς, νίτρου ἐρυθροῦ ἀνὰ 𐅻 αʹ. λείοις κατάπασσε
6
παραπτόμενος πυρῆνι μήλῃ. ἴσχαιμος Ἀσκληπιάδου.
7
Λευκίου καθηγητοῦ φάρμακον ἐπιτετευγμένον. ♃ χαλκίτεως
8
𐅻 ιστʹ. μάννης 𐅻 ιβʹ. τερμινθίνης ὄξει πεφυρμένης, ξηροῖς
9
κατάπασσε τοὺς αἱμοῤῥαγοῦντας τόπους. ἐν ἄλλαις δύο εὑρήκαμεν
10
γραφαῖς μᾶλλον. ♃ χαλκίτεως 𐅻 ηʹ. μάννης 𐅻 ιστʹ.
11
τερμινθίνης πεφρυγμένης 𐅻 ιστʹ. ὡς δὲ Διοσκορίδης ὁ Ταρσεὺς
12
ἔδωκεν Ἀρείῳ τῷ Ἀσκληπιαδείῳ θαυμαστῶς κατέχον
13
τὰς αἱμοῤῥαγίας. ♃ χαλκίτεως 𐅻 ηʹ. μάννης 𐅻 ιστʹ. ῥητίνης
14
ξηρᾶς 𐅻 ηʹ. γύψου 𐅻 ηʹ. τὰ μὲν ἄλλα κόπτεται καὶ
15
σήθεται καὶ μίγνυται καὶ ἀποτίθεται εἰς χαλκῆν πυξίδα. ἐπὶ
16
δὲ τῆς χρήσεως ἴσον τοῦ φαρμάκου τῇ γύψῳ μίγνυται. ἐκ
17
τῶν Ἡρακλείδου πρὸς αἱμοῤῥοΐδας. τούτῳ ἐχρήσατο πρὸς 13.858
1
τὰς τῶν μυκτήρων αἱμοῤῥαγίας, ἔριον καταβάπτων καὶ συστρέφων
2
ὥσπερ ἐλλύχνιον. ♃ σιδίων ὀξείας ῥοιᾶς οὐγγίας
3
γʹ. στυπτηρίας Αἰγυπτίας οὐγγίας δʹ. χαλκίτεως γο αʹ. λείοις
4
χρῶ. ἐπὶ δὲ τῶν μυκτήρων ἔριον πληρώσας τοῦ φαρμάκου
5
ἐντίθει. ὁ λεγόμενος Ἡρακλῆς πρὸς αἱμοῤῥαγίας. τούτῳ
6
ἀντὶ καυτηρίου ἐχρήσατο, ἔστι δὲ ἐσχαρωτικόν. ποιεῖ καὶ
7
πρὸς πτερύγια, καταστέλλει πᾶσαν ἐξοχὴν, ὀστᾶ ἀνάγει, ἀφίστησι
8
λεπίδας. ♃ σώρεως 𐅻 δʹ. χαλκάνθου 𐅻 δʹ. χαλκίτεως
9
κεκαυμένης 𐅻 δʹ. ῥοὸς βυρσοδεψικοῦ 𐅻 δʹ. λείοις χρῶ. ἴσχαιμον
10
ἐπιτετευγμένον. ♃ μίσυος ξενικοῦ 𐅻 στʹ. χαλκάνθου 𐅻 στʹ.
11
πίτυος φλοιοῦ 𐅻 δʹ. χαλκίτεως 𐅻 δʹ. μάννης 𐅻 δʹ. ἄλλοι κʹ.
12
γυψοῦ 𐅻 δʹ. λείοις χρῶ. ἄλλο. ♃ λιβάνου γο αʹ. μίσυος ξενικοῦ
13
𐅻 δʹ. κηκίδων ὀμφακίνων 𐅻 δʹ. χαλκίτεως 𐅻 δʹ. φελλῶν
14
κεκαυμένων 𐅻 ηʹ. ῥοῦς βυρσοδεψικῆς 𐅻 δʹ. λείοις χρῶ.