6
Κεφ. ηʹ. Ξηρὰ ἐκ τῶν Ἀνδρομάχου, ἐπουλοῦν
7
ξηρόν.♃ Ὀστέων ἄλλως ὀστρέων κεκαυμένων 𐅻 βʹ. μάννης
8
𐅻 αʹ. καδμείας ὀβολοὺς δʹ. ἐν ἄλλῳ 𐅻 δʹ. λείοις χρῶ
9
καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. ♃ πίτυος φλοιοῦ
10
𐅻 στʹ. ἀριστολοχίας 𐅻 στʹ. κισσήρεως 𐅻 δʹ. ῥητίνης ξηρᾶς
11
𐅻 δʹ. μάννης 𐅻 στʹ. εὔδηλον δ’ ὅτι τὴν κολοφωνίαν λέγει.
12
ἴρεως Ἰλλυρικῆς 𐅻 βʹ. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ κακοήθη.
13
♃ πίτυος φλοιοῦ 𐅻 στʹ. κέρατος ἐλαφείου κεκαυμένου
14
𐅻 δʹ. καδμείας 𐅻 ιηʹ. μάννης, ἄλλως ψιμυθίου 𐅻 δʹ.
15
ἰοῦ ξυστοῦ 𐅻 βʹ. λείοις χρῶ. ἄλλο ♃ κηκίδος 𐅻 δʹ. ψιμυθίου
16
𐅻 ηʹ. μυρσίνης 𐅻 δʹ. λιθαργύρου 𐅻 ηʹ. σκωρίας μοβύβδου
17
𐅻 δʹ. λείοις χρῶ. τούτων τῶν τεττάρων φαρμάκων
18
τὸ μὲν πρῶτον ἁπλοῦν ἐστι λίαν, ἄδηκτόν τε καὶ ξηραντικὸν, 13.729
1
ἀμυδρᾶς μετέχον στύψεως. τὸ δὲ δεύτερον διὰ τὸ μεμίχθαι
2
φλοιὸν αὐτῷ πίτυος αἰσθητὴν ἔχει τὴν στύψιν, ὁποίαν
3
ἔχειν χρὴ τὰ μέλλοντα καλῶς ἐπουλοῦν. διὰ τὸ δὲ γʹ.
4
οὐ μόνον τὸν φλοιὸν τῆς πίτυος, ἀλλὰ καὶ τὸν ἰὸν, πρὸς
5
τὰ μετὰ ῥύπου ῥᾳδίως ἐπιτρεφομένου τοῖς ἡλκωμένοις ἁρμόττει·
6
τόν τε γὰρ ῥύπον αὐτῶν ἀφαιρεῖ καὶ τὴν ἐπούσωσιν
7
οὐκ ἐμποδίζει. τὸ δ’ ἐφεξῆς ἀντὶ τοῦ τῆς πίτυος φλοιοῦ τὴν
8
μυρσίνην ἔχει καὶ τἄλλα ξηραίνοντα χωρὶς δήξεως. μετὰ δὲ
9
ταῦτα τρία γράψας ἕτερα ξηρὰ, τέταρτον ἐπ’ αὐτοῖς προσέθηκε
10
κατὰ λέξιν οὕτως. ἄλλο ξηρὸν πρὸς τὰ ὑπερσαρκοῦντα
11
ἐπουλοῦν ἄδηκτον, ὡς Ἁρπόκρας. σανδαράχης, χρυσοκόλλης,
12
ἀρσενικοῦ ἴσον ἑκάστου. καὶ πρὸς κακοήθη ποιεῖ
13
τοῦτο τὸ φάρμακον. οὐδὲν ἔοικε τοῖς ἔμπροσθεν, ἀλλ’ ἐπὶ
14
τῶν ὑπερσαρκούντων ἑλκῶν δι’ ὑγρότητα πολλὴν ἁρμόττει
15
καὶ καθαιρετικὸν ὑπάρχον αὐτῶν. τοιαύτης γὰρ δυνάμεώς
16
ἐστιν ἥ τε σανδαράχη καὶ τὸ ἀῤῥενικόν. ἓν δ’ αὐτοῖς πρόσκειται,
17
τῶν κακοήθη θαυμαστῶς ὠφελούντων ἡ χρυσοκόλλα.