16
Κεφ. ιδʹ.Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ
17
κατὰ τὸ εʹ. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.Ὁ μὲν Ἀνδρόμαχος 13.844
1
ἀνέμιξε τὰ κατὰ πάθος ἁρμόττοντα ξηρὰ τοῖς
2
κατὰ τὰ πεπονθότα. διωρισμένως δ’ ὑπ’ Ἀσκληπιάδου γέγραπται
3
κατὰ τὸ εʹ. ἰδίαις μὲν προγραφαῖς δηλούμενα τὰ
4
κατὰ πάθος, ἰδίαις δὲ καὶ τὰ μετὰ τόπου πεπονθότος. ἄνευ
5
μὲν γὰρ τόπου γέγραπται πρὸς αὐτοῦ τὰ ἐπουλωτικὰ καὶ
6
τὰ ἐσχαρωτικὰ καὶ τὰ πρὸς νομὰς ἁρμόττοντα καὶ ἄνθρακας
7
καὶ τὰ καλούμενα ἴσχαιμα. μετὰ τόπου δὲ πεπονθότος,
8
ὅσα πρὸς πολύποδα καὶ ὀζαίνας καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας
9
καὶ τὰς ἐν στόματι νομὰς καὶ οὖλα πλαδῶντα
10
καὶ τὰς ἐπὶ τῶν γενείων ὀχθώδεις ἐπαναστάσεις καὶ πρὸς
11
παρωνυχίας καὶ πτερύγια καὶ πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας
12
καὶ πρὸς τὰς αἱμοῤῥοΐδας. ἔνια δὲ καὶ τὴν ὁμωνυμίαν
13
ἔσχηκεν ἀπὸ τοῦ πεπονθότος. ἁρμόττει δὲ καὶ τοῖς ἄλλοις
14
μέρεσιν, ὁποῖα καὶ τὰ κεφαλικὰ καλούμενα πρὸς τῶν ἰατρῶν
15
ἐστιν, ἁρμόττοντα μὲν ἐξαιρέτως ἐν τοῖς ὀστοῖς, δυνάμενα
16
δὲ καὶ τὰς ἐν ὅλῳ τῷ σώματι γιγνομένας ἑλκώσεις
17
σαρκοῦν. ἐπὶ γὰρ τῆς κεφαλῆς οὐχ ὡς κεφαλῆς ἁρμόττειν
18
μάλιστα πέφυκεν. ἀμέλει καὶ χωρὶς τοῦ γεγυμνῶσθαι
19
τὸ ὀστοῦν, οὐδὲν αὐτῶν χρῄζομεν, ἀλλ’ ἐπὶ τῶν γεγυμνωμένων, 13.845
1
ἐπειδὴ τὴν τῶν λιπαινόντων φαρμάκων χρῆσιν εὐλαβούμεθα,
2
τοῖς ξηροῖς μόνοις χρώμεθα, φεύγοντες τὰ καλούμενα
3
πρὸς τῶν ἰατρῶν ἔμμοτα, διὰ μοτῶν ἐγχριομένων
4
προσφερόμενα. καθάπερ δὲ ἐπὶ τῆς κεφαλῆς γεγυμνωμένων
5
τῶν ὀστῶν ἡ χρῆσις αὐτῶν ἐπιτήδειός ἐστι μάλιστα,
6
κατὰ τοῦτο κᾀπὶ τῶν ἄλλων ἁπάντων ὀστῶν τῶν γεγυμνωμένων
7
εἴτε βραχίων εἴτε πῆχυς εἴτε κερκὶς εἴτε μηρὸς εἴτε
8
κνήμη τύχοι. διὸ κᾀγὼ τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα
9
ξηρὰ μέλλων ἐφεξῆς γράφειν, εὑρὼν αὐτὸν ἁπάντων πρῶτα
10
γεγραφότα τὰ κεφαλικὰ καὶ αὐτὸς γράψω πρῶτα διὰ τὸ
11
μὴ μόνον ἐπὶ τῶν ἐν τῇ κεφαλῇ γεγυμνωμένων ὀστῶν, ἀλλὰ
12
καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπονθότων, ὑπάρχειν αὐτὰ
13
χρήσιμα. δεύτερα δ’ ἐπ’ αὐτοῖς γράψω τὰ ἐπουλωτικὰ, τὰ
14
μεταξὺ πάνθ’ ὑπερβὰς, ὅσα τόπου πεπονθότος ἐφάπτεται.
15
μετὰ δὲ τὰ ἐπουλωτικὰ τὰ ἐφεξῆς ἅπαντα κατὰ τὴν προειρημένην
16
ἄρτι μοι τάξιν. ἔνια μέντοι τῶν ξηρῶν τούτων
17
φαρμάκων διττὴν ἔχει χρῆσιν, ὡς καὶ ξηροῖς αὐτοῖς δύνασθαι
18
χρῆσθαι καὶ μιγνυμένοις ἑτέροις τισὶν, ὡς καὶ αὐτὸς
19
Ἀσκληπιάδης ἐπισημαίνεται.
1
Ξηρὰ κεφαλικά.Ξηρὸν κεφαλικὸν ᾧ ἐχρήσατο Λεύκιος
2
ὁ καθηγητής. ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ ἐφθορότα
3
καὶ τὰ κοῖλα σαρκοῖ. τὸ φάρμακόν ἐστιν ἀλιπές. ♃ ἴρεως
4
Ἰλλυρικῆς 𐅻 δʹ. πάνακος 𐅻 δʹ. ἀριστολοχίας 𐅻 βʹ. μάννης
5
𐅻 βʹ. ἄλλοι χωρὶς ἀριστολοχίας. ἅπαντα κόπτε καὶ σῆθε,
6
χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος. τὸ διὰ τοῦ σιλφίου. τὰ
7
τετυλωμένα ὑπεκτήκει καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει καὶ τὰ
8
κοῖλα πληροῖ τῶν ἑλκῶν, τοὺς ὑπολειπομένους χιτωνίσκους
9
ὑπεκτήκει. ♃ ῥητίνης πιτυΐνης ξηρᾶς 𐅻 ιβʹ. κισσήρεως ἢ
10
σώρεως ὀπτῆς κατεσβεσμένης οἴνῳ 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς
11
𐅻 ηʹ. ἀριστολοχίας 𐅻 ηʹ. σιλφίου 𐅻 νʹ. χαλκοῦ λεπίδος 𐅻 βʹ.
12
λιβάνου 𐅻 δʹ. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς
13
σίλφιον οὐκ ἔχει. τὸ διὰ τῶν ὀρόβων Ξενοκράτους. ♃ ὀρόβων
14
κιῤῥῶν ἀλεύρου 𐅻 ηʹ. Ἰλλυρικῆς 𐅻 ιʹ. μάννης 𐅻 εʹ.
15
ἀριστολοχίας 𐅻 εʹ. λεπίδος 𐅻 εʹ. λείοις χρῶ καὶ μετὰ μέλιτος.
16
ἐν ἄλλαις γραφαῖς βρυωνίας ῥίζης 𐅻 ηʹ. μάννης 𐅻 ιβʹ.
17
λεπίδος 𐅻 ιβʹ. ἴρεως 𐅻 ιβʹ. ὀρόβου 𐅻 ιʹ. ἀριστολοχίας μακρᾶς 13.847
1
𐅻 ιεʹ. τὸ διὰ τῆς Σεραπιάδος ἐπιγραφόμενον, ἀφίστησι
2
λεπίδας καὶ σαρκοποιεῖ, τῶν ἄγαν ἐστὶν ἀναξηραντικῶν.
3
Σεραπιάδος τῆς ὄρχεως 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ηʹ. πρασίου
4
ξηροῦ 𐅻 ηʹ. ὀρόβου ἀλεύρου 𐅻 ιʹ. ἀριστολοχίας 𐅻 νʹ. ξηρῷ
5
καὶ μετὰ μέλιτος. Τρύφωνος κεφαλικόν. ἀφίστησι λεπίδας.
6
♃ πίτυος φλοιοῦ 𐅻 στʹ. λεπίδος χαλκοῦ 𐅻 στʹ. κισσήρεως
7
κεκαυμένης 𐅻 στʹ. μάννης λιβάνου, ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς,
8
ῥητίνης πιτυΐνης ἀνὰ 𐅻 δʹ. σμύρνης, ἀλόης ἀνὰ 𐅻 βʹ.
9
ξηρῷ καὶ μετὰ μέλιτος. ἐν δὲ ταῖς Ἀθηναίου γραφαῖς χωρὶς
10
πίτυος φλοιοῦ ἔστι τὸ φάρμακον. ἔχει δὲ καὶ κηκίδος
11
τὸ ἴσον ἐν τῷ μαννίνῳ.
12
Ξηρὰ ἐπουλωτική.Περὶ πάντων ἑλκῶν προσφάτων,
13
παλαιῶν, εὐθεραπεύτων, δυσθεραπεύτων ἔν τε τοῖς τῆς θεραπευτικῆς
14
μεθόδου βιβλίοις εἴρηται κατὰ τὸ γʹ καὶ δʹ καὶ εʹ.
15
ὑπόμνημα καὶ κατὰ ταύτην τὴν πραγματείαν ἐν τοῖς ἔμπροσθεν,
16
ἐπιδεικνύντος μου τῶν μὲν ἄνευ περιστάσεως ἁπάσης
17
ἑλκῶν κοίλων τὰ σαρκωτικὰ φάρμακα δυνάμεως εἶναι 13.848
1
ῥυπτικῆς ἀδήκτου. τὰ δ’ ἐπουλωτικὰ ξηραντικώτερα μετὰ
2
τοῦ στύφειν ἀδήκτως, τὰ καθαιρετικὰ τῶν ὑπερσαρκούντων
3
θερμὰ καὶ δριμέα. καὶ μέντοι καὶ τίνα κάλλιστα
4
νομίζω τῶν ἐπουλωτικῶν εἶναι, προείρηταί μοι διὰ τῆς θεραπευτικῆς
5
μεθόδου, καθ’ ἣν ἁπάντων παθῶν τῆς ἰάσεως
6
αἱ μέθοδοι δελήλωνται καὶ τῶν εἰς ἕλκη διαφερουσῶν ἔμπροσθεν
7
ἐν τῇδε τῇ νῦν προκειμένῃ. ὁ δ’ Ἀσκληπιάδης ἔγραψε
8
φάρμακα, καθάπερ καὶ ὁ Ἀνδρόμαχος ἐπουλωτικὰ, μὴ προσδιορισάμενος
9
πότερον ἀπεριστάτων ἑλκῶν ἢ τῶν ἰδίως δυσεπουλώτων
10
λεγομένων, ἃ διαφέρειν ἀλλήλων ἐδείχθη πλείοσι
11
διαφοραῖς, ἴδιον ἑκάστης ἐχούσης σκοπὸν τῆς θεραπείας. ἔν
12
τισι μέντοι προσγεγράφασιν ὅτι καὶ πρὸς κακοήθη, ἢ πάλιν,
13
ὅτι πρὸς κονδυλώματα καὶ ῥαγάδας. ὁ δ’ Ἀσκληπιάδης
14
καίτοι μᾶλλον τοῦ Ἀνδρομάχου τοὺς ὁρισμοὺς εἰωθὼς προστιθέναι,
15
παρέλιπεν ἐπὶ τῶν ἐπουλωτικῶν. ἀλλ’ ἐξ ὧν ἐγὼ
16
διῆλθον, ἔν τε τῇ θεραπευτικῇ πραγματείᾳ καὶ τῇ νῦν ἐνεστώσῃ
17
δῆλον ἔσται τοῖς προσέχουσι τὸν νοῦν, ὅπως ἑκάστῳ
18
τῶν γεγραμμένων χρηστέον. ξηρὰ ἐπουλωτική.
1
Ἀσκληπιάδου σποδοειδὴς ἐκ τῶν Μάγνου.♃ Ἀσβέστου
2
𐅻 στʹ. μάννης λιβάνου 𐅻 δʹ. λεπίδος 𐅻 δʹ. ἄλλως.
3
ἀσβέστου 𐅻 ιβʹ. λεπίδος 𐅻 δʹ. μάννης 𐅻 δʹ. ὡς δὲ Ἀρχίβιος.
4
♃ λεπίδος 𐅻 ηʹ. καὶ μάννης 𐅻 ηʹ. ἢ 𐅻 δʹ. ἐν ἄλλαις
5
γραφαῖς 𐅻 ηʹ. ἀσβέστου. ὡς δὲ Ἡλιόδωρος, ἀσβέστου 𐅻 ηʹ.
6
μάννης λιβάνου 𐅻 ηʹ. λεπίδος 𐅻 δʹ. κιῤῥὸν ἐπουλωτικόν.
7
♃ μίσυος ὀπτοῦ 𐅻 ηʹ. λεπίδος χαλκοῦ 𐅻 ιʹ. μάννης 𐅻 στʹ.
8
λείοις χρῶ.
9
Μάγνου ἐπουλωτικόν.♃ Διφρυγοῦς 𐅻 δʹ. λεπίδος
10
𐅻 δʹ. Ἰλλυρίδος 𐅻 βʹ. μάννης δραχμὰς βʹ. λείοις χρῶ. τὸ
11
διὰ τῆς κισσήρεως. ♃ κισσήρεως ὀπτῆς οἴνῳ κατεσβεσμένης
12
δραχμὰς ηʹ. λεπίδος 𐅻 δʹ. μάννης 𐅻 δʹ. ἴρεως δραχμὰς δʹ.
13
ῥητίνης πιτυΐνης ξηρᾶς 𐅻 δʹ. λείοις χρῶ. ἄλλη Πτολεμαίου
14
γνωρίμου, ποιεῖ καὶ πρὸς τὰ δυσαλθῆ. ♃ πίτυος φλοιοῦ
15
𐅻 στʹ. καδμείας ὀπτῆς δραχμὰς ηʹ. λεπίδος δραχμὰς δʹ. κέρατος
16
ἐλαφείου κεκαυμένου 𐅻 δʹ. μάννης δραχμὰς δʹ. λείοις
17
χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει, μολύβδου κεκαυμένου καὶ πεπλυμένου 13.850
1
δραχμὰς δʹ. μολυβδαίνης 𐅻 ηʹ. ξηρὰ ἐσχαρωτική.
2
λέλεκται. καὶ περὶ τούτων ὅτι δριμείας εἰσὶ καὶ καυστικῆς
3
δυνάμεως, ὥστε καὶ ἡ χρῆσις αὐτῶν ἐπί τε τῶν δι’ ὑπερβάλλουσαν
4
ὑγρότητα καὶ δυσκρασίαν τοῦ πεπονθότος μορίου
5
γίνεται καὶ διὰ τὰς ἐγγιγνομένας ἐνίοις μέρεσι σηπεδόνας.
6
ἐσχαρωτικὰ Ἀσκληπιάδου. μήλινον Λευκίου καθηγητοῦ, ἐσχαρωτικὸν
7
καὶ τύλων ἐκκοπτικὸν, καταπασσόμενον καὶ προσθλιβόμενον
8
ἐν πυρῆνι μύλης. ἔστι δὲ κατασταλτικὸν καὶ
9
τῶν δυσαλθῶν ἐπουλωτικὸν, εἴ τις ἐπὶ λεπτῶν χρήσαιτο τῷ
10
φαρμάκῳ, τῷ δὴ λεγομένῳ χνοῒ χρώμενος. ♃ χαλκίτεως ὠμῆς
11
𐅻 ηʹ. καδμείας 𐅻 δʹ. νῆστις σιέλῳ ἀναλάμβανε ἐπὶ τοσοῦτον,
12
ὥστε αὐτὸ μόνον νοτίσαι τὸ φάρμακον, εἶτα συνάγαγε
13
καὶ πωμάσας ἔα μήλινον γενέσθαι, καὶ ξηράνας ἐν σκιᾷ κούφως
14
περιφέρων τὸν τριβέα ἀναλάμβανε καθὼς προείρηται.
15
παρ’ ἄλλοις καλεῖται τὸ φάρμακον φαιόν. ἀναλαμβάνεται δὲ
16
ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται. ἐν ἄλλαις
17
γραφαῖς, ὥσπερ Εὔνομος ὁ Ἀσκληπιάδης ἐχρήσατο, 13.851
1
ἔχει δὲ οὕτως. ♃ χαλκίτεως 𐅻 ιβʹ. καδμείας 𐅻 στʹ. σανδαράχης
2
𐅻 στʹ. ὄξει ἀναλαμβάνεται. ἄλλο. ♃ χαλκίτιδος
3
ὀπτῆς, χαλκάνθης ὀπτῆς, καδμείας ὀπτῆς, ἑκάστου τὸ ἴσον
4
καὶ νῆστις ἀναλάμβανε σιέλῳ. εὔτονον ἐπιγραφόμενον. ♃
5
χαλκίτεως ὀπτῆς 𐅻 ηʹ. χαλκάνθου 𐅻 ηʹ. σανδαράχης 𐅻 ηʹ.
6
καδμείας 𐅻 ηʹ. ξηρῷ κατάπασσε. τὸ διὰ τῶν δʹ. ♃ χαλκίτεως
7
ὀπτῆς 𐅻 δʹ. μίσυος ὀπτῆς 𐅻 δʹ. διφρυγοῦς 𐅻 δʹ. χαλκάνθης
8
ὀπτῆς 𐅻 δʹ. χρῶ. ἐσχαρωτικὸν σφόδρα γενναῖον. ♃
9
στυπτηρίας σχιστῆς 𐅻 ιστʹ. χαλκάνθου 𐅻 ιστʹ. κηκίδων 𐅻 ιστʹ.
10
μίσυος Κυπρίου 𐅻 ιστʹ. σώρεως 𐅻 δʹ. λείοις χρῶ.
11
Ἐπιτετευγμένον, ὡς Εὔνομος.♃ Μίσυος ξενικοῦ
12
𐅻 ιστʹ. σώρεως 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. λίθου σχιστοῦ
13
κεκαυμένου 𐅻 ηʹ. χαλκάνθου 𐅻 δʹ. σανδαράχης 𐅻 δʹ.
14
στυπτηρίας σχιστῆς 𐅻 δʹ. λείοις χρῶ καταπάσσων καὶ προσθλίβων
15
τῷ πυρῆνι. πρὸς νομάς. τὰ σηπεδονώδη τῶν ἑλκῶν,
16
ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομὰς,
17
καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων αἱ τοιαῦται 13.852
1
δέονται διαθέσεις, ἀμέλει καὶ καυστηρίοις ἐπ’ αὐτῶν
2
χρώμεθα πολλάκις. πρὸς νομὰς Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ
3
πρὸς νομάς. ♃ θείου ἀπύρου 𐅻 βʹ. ἀρσενικοῦ 𐅻 βʹ.
4
λεπίδος 𐅻 βʹ. χαλκοῦ κεκαυμένου, ὥστε χρῶσαι, ξηρῷ καὶ
5
μετὰ μέλιτος.
6
Πουπλίου τοῦ καθηγητοῦ.♃ Ἀρσενικοῦ 𐅻 δʹ. λεπίδος
7
𐅻 βʹ. ἐλατηρίου 𐅻 αʹ. χάρτου ὥστε χρῶσαι. ὡς δὲ
8
Εὔνομος ἐχρήσατο. ♃ ἀρσενικοῦ 𐅻 δʹ. λεπίδος 𐅻 δʹ. θείου
9
ἀπύρου 𐅻 βʹ. ἐλατηρίου 𐅻 βʹ. χάρτου κεκαυμένου ὥστε χρῶσαι.
10
ἐν ἄλλαις γραφαῖς, σανδαράχης 𐅻 δʹ. λεπίδος 𐅻 στʹ.
11
ἀῤῥενικῆς 𐅻 δʹ. ἐλατηρίου 𐅻 βʹ. χάρτου κεκαυμένου 𐅻 δʹ.
12
ἐκ τῶν Ἀρείου πρὸς νομὰς, ἥτις καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει
13
χωρὶς δήξεως ἀνιεμένη ῥοδίνῳ. ποιεῖ καὶ πρὸς τὰς ἐν
14
μήτρᾳ ἀναβρώσεις. ἔδωκε Θεότροπος. ♃ ἀρσενικοῦ 𐅻 δʹ.
15
χάρτου κεκαυμένου 𐅻 δʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου
16
𐅻 δʹ. λεπίδος χαλκοῦ 𐅻 δʹ. ἕκαστον τρῖβε κατ’ ἰδίαν,
17
εἶθ’ ὁμοῦ μίξας χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ὡς 13.853
1
δὲ Πτολεμαῖος ἐχρήσατο. ♃ μολύβδου κεκαυμένου, ἀρσενικοῦ,
2
λεπίδος, χάρτου κεκαυμένου ἀνὰ 𐅻 δʹ. θείου ἀπύρου
3
𐅻 βʹ. λείοις χρῶ. ὡς δὲ Ἀπελλῆς. φάρμακον ἐπιτετευγμένον
4
διὰ χάρτου ἐπιγραφόμενον πρὸς νομάς. οὐ μόνον δὲ ἵστησιν,
5
ἀλλὰ καὶ κωλύει ἀρχομένην. ποιεῖ δὲ καὶ δυσεντερικοῖς
6
ἐγχυματιζόμενον διὰ ῥοδίνου. ἐπειδὰν δὲ, φησὶν, ἐγχυματιζόμενον
7
δυσεντερικοῖς ἀναδάκνηται, ὕποπτον εἶναι τὴν νομήν.
8
τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτως. ♃ χάρτου κεκαυμένου, μολύβδου
9
κεκαυμένου καὶ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου,
10
ἀρσενικοῦ, λεπίδος στομώματος ἑκάστου ἴσον, θείου ἀπύρου
11
τὸ ἥμισυ, λείοις χρῶ ἢ μετὰ μέλιτος ἢ ῥοδίνου Μοσχίωνος
12
πρὸς νομάς. ♃ ἐλατηρίου δραχμὰς βʹ. χάρτου κεκαυμένου
13
δραχμὰς βʹ. λεπίδος χαλκοῦ δραχμὰς δύο, ἀρσενικοῦ δραχμὰς
14
δʹ. ἰοῦ σκώληκος δραχμὴν αʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὴν
15
μίαν, λείοις χρῶ μετὰ ῥοδίνου.
16
Εὐῶδες Λευκίου καθηγητοῦ.♃ Λεπίδος 𐅻 δʹ. κηκίδος
17
δραχμὰς δʹ. σανδαράχης 𐅻 βʹ. ἀρσενικοῦ δραχμὰς βʹ.
18
σμύρνης δραχμὴν αʹ. χαλκάνθου δραχμὴν αʹ. λιβάνου 13.854
1
𐅻 βʹ. ἐλατηρίου 𐅻 αʹ. χάρτου κεκαυμένου ὥστε χρῶσαι.
2
ὡς δὲ ἡμεῖς. ♃ λεπίδος 𐅻 ηʹ. κηκίδος 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ.
3
σανδαράχης 𐅻 δʹ. ἀρσενικοῦ 𐅻 δʹ. ἐλατηρίου 𐅻 δʹ. λιβάνου
4
𐅻 γʹ. χαλκάνθου 𐅻 γʹ. χάρτου ὥστε χρῶσαι. ὡς δὲ
5
Πρασίων. ♃ ἀρσενικοῦ 𐅻 βʹ. λεπίδος 𐅻 βʹ. χαλκάνθου δραχμὴν
6
αʹ. σανδαράχης 𐅻 βʹ. σμύρνης δραχμὴν αʹ. λιβάνου
7
𐅻 αʹ. κηκίδων δραχμὴν αʹ. χάρτου 𐅻 δʹ. λείοις καὶ μετὰ
8
ῥοδίνου. Ἡρακλείδης δὲ ταύτην εἶχε τὴν γραφήν. ♃ κηκίδων
9
𐅻 στʹ. ἀρσενικοῦ 𐅻 δʹ. σανδαράχης 𐅻 δʹ. λεπίδος 𐅻 δʹ.
10
λιβάνου 𐅻 γʹ. χαλκάνθου 𐅻 γʹ. σμύρνης μιναίας 𐅻 βʹ. χάρτου
11
𐅻 ηʹ. ὡς δὲ Κλεόβουλος. ♃ λεπίδος 𐅻 βʹ. σανδαράχης
12
𐅻 βʹ. ἀρσενικοῦ 𐅻 βʹ. σμύρνης δραχμὴν αʹ. λιβάνου δραχμὴν
13
αʹ. χαλκάνθου δραχμὴν αʹ. κηκίδος 𐅻 αʹ. χάρτου ὥστε
14
χρῶσαι.