7
Κεφ. στʹ. Περὶ τοῦ διὰ κόπρου περιστερῶν
8
συντεθειμένου φαρμάκου.Τῶν ἐν τοῖς ἀγροίκων πύργοις
9
περιστερῶν ἡ κόπρος ἐστὶ δριμεῖα καί ποτε αὐτῇ κατ’ ἀγρὸν
10
ἐχρησάμην ἐπὶ νευροτρώτου νεανίσκου. καὶ τοῦτο θεασάμενος
11
ὁ προνοούμενος τοῦ χωρίου τούτου γεωργὸς, ἦν γὰρ οὐκ
12
ἀσύνετος, ἀπομιμησάμενος ἀεὶ χρῆται καὶ θεραπεύει τοὺς
13
τρωθέντας τὰ νεῦρα. ἔστι δὲ ἥ τε σύνθεσις καὶ ἡ χρῆσις ἡ
14
αὐτὴ τῷ δι’ εὐφορβίου φαρμάκῳ. τῶν ἄλλων ὡσαύτως ἐχόντων,
15
ἀντὶ δὲ τοῦ εὐφορβίου τῆς κόπρου βαλλομένης. λείπεται
16
δὲ ἡ κόπρος αὕτη τοῦ εὐφορβίου τῇ λεπτομερείᾳ καὶ
17
διὰ τοῦτο ἐν ἀγροῖς ἐπὶ σωμάτων σκληρῶν ἐστι χρήσιμος.
18
ἔμιξα δέ ποτε αὐτὴν καὶ τοῖς μεταλλικοῖς ἕνεκα πείρας, εὐθὺς 13.634
1
ἀπ’ ἀρχῆς συντρίβων αὐτοῖς δι’ ὄξους ἐν ἡλίῳ, καθάπερ
2
ἀρτίως εἶπον. καὶ πολὺ δριμύτερον ἐγένετο τὸ φάρμακον,
3
ὥσπερ καὶ ὅταν ἰὸν ἄκαυστον λάβῃ.