Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

1 κβʹ.

2 Ἕλκος δὲ, ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων ἤν τε καὶ ἐν
3 τῇ νούσῳ γένηται, καταμανθάνειν χρή. ἢν γὰρ μέλλῃ
4 ἀπόλλυσθαι ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε
5 καὶ ξηρὸν ἔσται ὠχρόν τε καὶ ξηρόν.



7 Ξηρὸν μὲν ἔσται πάντως τὸ ἕλκος ἀῤῥωστίᾳ τῆς τρεφούσης
8 τὸ σῶμα δυνάμεως. χρόα δὲ οὐδεμία διὰ παντὸς
9 αὐτῷ γενήσεται, ἀλλὰ παρά τε τὸ διαφερόντως ἔχειν τὰ
10 σώματα πρὸς ἄλληλα τοῖς χυμοῖς καὶ παρὰ τὸ ποσὸν τῆς
11 βλάβης ὑπαλλαχθήσεται. τῶν μὲν γὰρ χολωδῶν ἐπικρατούντων
12 ὠχρὸν ἔσται τὸ χρῶμα, τῶν δὲ μελαγχολικῶν ἤτοι
13 πελιδνὸν κατὰ τὸ ἕτερον τῶν σημαινομένων χλωρόν. εἴπομεν
14 δὲ ἔμπροσθεν ὡς τὸ χλωρὸν ἐνίοτε μὲν σημαίνει
15 ταὐτὸν τῷ ὠχρῷ, ἐνίοτε δὲ τὸ οἶον ἰῶδες τῇ χρόᾳ, καθ’
16 σημαινόμενον εἰώθασι καὶ κράμβας χλωρὰς λέγειν οἱ ἄνθρωποι.
17 οὕτω δὲ καὶ βλάβη πελιδνὸν μὲν μείζων ἐργάζεται
18 (πλησίον γάρ ἐστι τοῦτο τοῦ μέλανος) ἐρυθρὸν δὲ καὶ  18b.71
1 χλωρὸν ἐλάττων, διὸ καὶ τὴν τελευτὴν τῆς ῥήσεως ἔνιοι
2 μὲν οὕτως γράφουσιν, ὠχρόν τε καὶ ξηρόν, ἔνιοι δὲ ἐκείνως,
3 χλωρόν τε καὶ ξηρόν.