Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

8 ιδʹ.

9 Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι
10 καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι
11 πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ
12 παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα
13 διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν
14 ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι
15 τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι
16 τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ
17 ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν
18 αὐτέῳ ἐπιγένηται σημεῖον.


18b.263


1 Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι
2 μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς
3 κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἐκπυΐσκονται
4 τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον
5 ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν
6 παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα
7 τῆς κράσεως τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα
8 τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.