Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

5 λβʹ.

6 Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα
7 καὶ μέλανα καὶ παχέα.



9 Τὰ ὑδατώδη λεπτὰ μὲν τὴν σύστασίν ἐστι, λευκὰ δὲ
10 τὴν χρόαν, ἀπεψίαν μὲν ἐσχάτην ἐνδεικνύμενα τῶν χυμῶν,
11 ἀῤῥωστίαν δὲ τῆς φυσικῆς δυνάμεως. περὶ δὲ τῶν δυσωδῶν
12 ἁπάντων εἴρηται πρόσθεν, ὥσπερ γε καὶ περὶ τῶν μελαινομένων.
13 ταῦτα μὲν οὖν αὐτὰ καθ’ ἑαυτὰ καὶ σὺν ἀλλήλοις
14 ἐστὶ θανατώδη· τὰ δὲ παχέα πρότερον αὐτὰ καθ’ ἑαυτὰ καὶ
15 ταῦτα θανατώδη νομιστέον συμπλέξαι χρὴ τοῖς προειρημένοις
16 αὐτὰ καὶ τοῖς μέλασιν ἄξιόν ἐστιν ἐπισκέψεως. ὅσα
17 τοίνυν ἡμεῖς εἴδομεν ἀκριβῶς παραφυλάξαντες ἐροῦμεν, ἵνα
18 ἐξ αὐτῶν τις ὁρμώμενος ἅμα μὲν ἐπίστηται τὸ ἀληθὲς, ἅμα
19 δὲ καὶ τὴν βελτίω τῶν ἐξηγήσεων ἕληται. τὰ μέλανα τῶν 18b.158
1 οὔρων ὅσῳ περ ἂν παχύτερα, τοσούτῳ χείρω παρεφυλάξαμεν
2 ὄντα.  τὰ δὲ τῆς κατὰ φύσιν χρόας μὴ ἐκστάντα
3 παχέα διττὴν ἔχοντα τὴν ἔκβασιν, ἐνίοτε μὲν ἐπ’
4 ὄλεθρον, ἐνίοτε δὲ εἰς ὑγείαν ὑπόγυον τελευτῶντα, καθάπερ
5 καὶ ἄλλα πολλὰ τῶν παρὰ φύσιν, ὡς ἂν ἐκκαθαίρηται δι’
6 αὐτῶν τὸ σῶμα. δῆλον δ’ ὅτι παχέα πρὸς αὐτοῦ λέλεκται
7 τὰ πάνυ σφόδρα τοιαῦτα. τὰ γὰρ ἁπλῶς παχύτερα τῶν
8 κατὰ φύσιν οὐ πάντως ἐστὶν ὀλέθρια.