Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

10 λβʹ.

11 Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος
12 ῥῆξις ἐκ τῶν ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερωτᾷν
13 χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἀμβλυώττουσιν, ἢν γάρ
14 τι τουτέων εἴη, ἐνταῦθα ἂν ῥέποι.



16 Ὅτι τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε
17 καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος
18 αὐτός. αἱμοῤῥαγίας τε γὰρ ἐπ’ αὐτῶν γίνεσθαί φησιν ἐκ 18b.95
1 ῥινῶν, ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’
2 ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν συμβαίνει μάλιστα, περὶ
3 ὧν ἀλλαχοῦ καὶ τὸ κατ’ ἴξιν αἱμοῤῥαγεῖν ἐπαινεῖ καὶ τὸ
4 ἀνάπαλιν δὲ μέμφεται διδάσκων αὐτὸς, τί δή ποτε λέγει τὸ
5 ἀνάπαλιν,  οἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ
6 μυκτῆρος ῥέειν. αἱμοῤῥαγίας ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθα
7 φησι, τῶν κρισίμων ἡμερῶν δηλονότι, καὶ γέγραπται
8 διττῶς λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς· ἑνικῶς μὲν ἐν
9 τῇ πρώτῃ περιόδῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισιν.
10 εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν
11 ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ
12 τὴν ἑβδομαδικήν. ἐνίοις γὰρ αἱμοῤῥαγία κατὰ τὴν δευτέραν
13 ἑβδομάδα γίνεται, μᾶλλον δ’ ἀκουστέον ἐστὶ τὰς κατὰ
14 τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν
15 γὰρ αἱμοῤῥαγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτὰ, κατὰ δὲ
16 τὴν ἐνάτην καὶ ἑνδεκάτην ὀλίγοι. σπανιώτατοι δὲ οἱ ἐν τῇ
17 τεσσαρεσκαιδεκάτῃ. τῆς δ’ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφ’  18b.96
1 τὰς αἱμοῤῥαγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό
2 τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖς ἑξῆς
3 τελεώτερον ὑπὲρ αὐτῶν διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖς
4 ὅλον ἐξεργασόμεθα τὸν περὶ αἱμοῤῥαγίας λόγον.