Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

9 ξβʹ.

10 Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοῖσδε
11 γινώσκειν χρή· ἢν μὲν πόνος ἐν ἀρχῇσι γένηται καὶ
12 δύσπνοια καὶ βὴξ καὶ πτυελισμὸς διατείνει ἐς τὰς
13 εἴκοσιν ἡμέρας ἔχων, προσδέχεσθαι τὴν ῥῆξιν καὶ ἔτι
14 ἔμπροσθεν. ἢν δὲ ἡσυχέστερος πόνος εἴη καὶ τἄλλα
15 πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς
16 ὕστερον, προσγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν
17 καὶ πτυελισμὸν πρὸ τῆς τοῦ πύου ῥήξεως.


18b.207


1  Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνός ἐστι τὸ διαπυϊσκόμενον,
2 ἔνεστί σοι προγινώσκειν ἐκ τούτων καὶ ὅτι θᾶττον.
3 ἔστι δὲ ταῦτα πόνος καὶ δύσπνοια καὶ βὴξ καὶ πτυελισμός.
4 ἐὰν μὲν οὖν συνεχῆ τε γίνηται καὶ ἰσχυρὰ, ταχεῖαν
5 ἔσεσθαι σημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε συνεχῆ μήτε ἰσχυρὰ,
6 χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωσκομένου τοῦ περικειμένου
7 τῷ πύῳ σώματος ὑπὸ τῆς δριμύτητος αὐτοῦ, πόνον
8 μὲν γενέσθαι δι’ αὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελισμὸν ἰχῶρός
9 τινος ἤδη λεπτοῦ διεξερχομένου τὸ περιέχον σῶμα.
10 δυσπνοοῦσι δὲ καὶ δι’ ὅλην μὲν τοῦ νοσήματος τὴν κατάστασιν,
11 ἐξαιρέτως δὲ διὰ τὴν προσγινομένην ὀδύνην.