Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

14 θʹ.

15 Μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον
16 ὀλέθριοι τῶν πελιδνῶν εἰσιν, ἀλλὰ καὶ τὰ ἄλλα σημεῖα
17 σκέπτεσθαι χρή. ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ
18 κακὸν καὶ ἄλλο τι τῶν περιεστηκότων σημείων πρὸς 18b.127
1 τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύει τὸ νούσημα
2  ἐς ἀπόστασιν τρέπεσθαι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον
3 περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν.



5 Οὐχ ἧσσον ὀλέθριοι τῶν πελιδνῶν ἐχρῆν εἰπεῖν, ἀλλ’
6 ὡς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἐνίοτε δὲ ἐσχάτως εἰσὶν ὀλέθριοι.
7 καὶ ἴσως ἄν τις ὑπενόησεν ἀγνοεῖν αὐτὸν τοῦτο διὰ τὸ μὴ
8 κυρίως χρῆσθαι τῇ λέξει. προσθεὶς δὲ ἑξῆς τὸν διορισμὸν
9 καὶ διδάξας σαφῶς ἑκάτερον ὧν εἶπον, εὔδηλός ἐστι γινώσκων
10 μὲν τὸ ἀληθὲς, οὐκ ἀκριβῶς δὲ ἑρμηνεύσας. ἐνίοτε
11 γὰρ ἀποσκήμματος λόγῳ μελαίνεταί τι μόριον, ἐνίοτε
12 δὲ καὶ νεκρώσεως. ὅπως δὲ ἄν τις αὐτὸ τοῦτο διαγνοίη,
13 σαφῶς ἐδήλωσεν. ἢν γὰρ εὐπετῶς φέρων φαίνηται τὸ κακὸν,
14 τουτέστιν εὐφόρως κάμνων ἔχῃ, καί τι ἄλλο σημεῖον αὐτῷ
15 παρῇ τῶν σωτηρίων, ἀποσκήμματά ἐστιν· εἰ δὲ τὰ ἐναντία,
16 νέκρωσις.



18b.128