Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

16 ιαʹ.

17  Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ
18 ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον  18b.259
1 κάρτα· εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ὀδύνη ὑπερβάλλοι
2 εἴκοσιν ἡμέρας, τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι
3 χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἄλλην τινὰ ἀπόστασιν ἐς
4 τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ καὶ ὀδύνη νεαρὰ, προσδέχεσθαι
5 χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν ἐκπύησιν,
6 ἄλλως τε κἂν ὀδύνη περὶ τοὺς κροτάφους τε καὶ
7 τὸ μέτωπον .



9 Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν
10 ὂν πρᾶγμα. κατὰ τάξιν δ’ ἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ
11 ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν
12 θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δ’ ἐξ
13 ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου,
14 κατ’ ἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν
15 διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο
16 μὲν ἔτι. πῦον δ’ ἂν ἔλθῃ διὰ ῥινῶν δι’ ὤτων ἐπὶ σωτηρίᾳ
17 τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη 18b.260
1 τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν
2 σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἀπόστασιν
3 εἰς τὰ κάτω χωρία προσδέχου. κατ’ ἐκεῖνον δὲ τὸν
4 χρόνον, καθ’ ὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου
5 τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη
6 σφοδρὰ παραμένουσα.