4 μαʹ.
5 Ὁκόσα δὲ εἴσω ῥήγνυται ἄριστά ἐστιν ἃ μηδὲν τῷ ἔξω χωρίῳ
6 ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα καὶ ἀνώδυνα
7 καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.
9
Οὐχ ἁπλῶς ἐστιν ἄριστα τὰ τοιαῦτα τῶν ἐμπυημάτων,
10
ἀλλὰ τῶν εἴσω ῥηγνυμένων ἄριστα, ἐπεί τοι χείρω ταῦτά
11
ἐστι τῶν ἐκτὸς ῥηγνυμένων. αὕτη τε γὰρ ἡ ῥῆξις εἰς πολλῷ
12
κυριώτερα μέρη γίνεται τοῦ καθ’ ὑποχόνδριον δέρματος, ἔτι
13
τε φάρμακον οὐχ ὁμοίως ἐπιθεῖναι δυνάμεθα θεραπευτικὸν,
14
ὅταν εἴσω συῤῥαγῶσιν, ἥ τ’ ἔκκρισις τοῦ πύου διὰ τῶν ἐντέρων
15
γινομένη δάκνει καὶ ξύει ταῦτα καὶ δυσεντερίαν ἐργάζεται
16
καὶ εἴ ποτε κατὰ τὴν νῆστιν ἢ τὰ λεπτὰ τῶν ἐντέρων
17
γένοιτο, τῇ τῆς τροφῆς ἀναδόσει λυμαίνεται, κατὰ δὲ 18b.105
1
τὴν γαστέρα καὶ τῇ πέψει. πρόδηλον οὖν ὡς χείριστα
2
πάντων ἐστὶν ὅσα πρὸς ἀμφοτέρους ἐῤῥάγη τοὺς τόπους, ἔσω
3
τε καὶ ἔξω· διπλασιάζεται γὰρ οὕτω τὸ κακόν. ἕδραν τε
4
γὰρ καὶ οἷον ἀρχὴν ἀναθρέψεως οὐδεμίαν ἡ φύσις ἔχει
5
τότε τοῦ περιποιήσασθαι τοῖς ἐῤῥωγόσιν, οὐδ’ οἷον ἐπ’ ἐδάφει
6
τινὶ, βέβαια θεμέλια βάλλεσθαι τῆς σαρκώσεως.