Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

6 θʹ.

7 Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος τριταίου
8 τεταρταίου τὸ πρόσωπον τοιοῦτον , περὶ τουτέων
9 ἐπανερέσθαι περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα
10 σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ καὶ
11 τὰ ἐν τῷ σώματι καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν.



13 Τὸ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰσβολὴν
14 τοῦ νοσήματος οὐδὲν οὔπω πλάτος ἔχουσαν, δηλοῖ
15 δὲ καὶ τὴν εἴς τινα χρόνον ἐκτεταμένην οὐ πολὺν τοῦτον,
16 ἔτι τε πρὸς τούτοις τὸν πρῶτον καιρὸν τοῦ νοσήματος. ἐφ’
17 καὶ δεύτερον ἀριθμοῦσι τὸν τῆς ἀναβάσεως καὶ τρίτον
18 τὸν τῆς ἀκμῆς καὶ τέταρτον τὸν τῆς παρακμῆς. εἰπὼν οὖν 18b.44
1 Ἱπποκράτης ὀλίγον ἔμπροσθεν· ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς
2 νόσου τὸ πρόσωπον τοιοῦτον , κατ’ ἐκείνην μὲν αὐτὴν λέξιν
3 οὐκ ἐδήλωσε, τίνος τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει.
4 νυνὶ δὲ γράψας, ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ
5 νοσήματος τριταίου τεταρταίου τὸ πρόσωπον τοιοῦτον
6 , δῆλος ἐγένετο περὶ τῆς κατὰ πλάτος ἀρχῆς προειρηκώς·
7 αὕτη γὰρ μέχρι τῆς τρίτης ἡμέρας ἐκτείνεται. τηνικαῦτ’
8 οὖν οἷς εἶπεν ἔμπροσθεν, προστιθέναι ἀξιοῖ τὸν ἀπὸ τῶν
9 ἄλλων σημείων διορισμόν, ὑπὲρ ὧν εἰρήκει καὶ μή πω οἷόν
10 τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι. καταλέγει δὲ
11 ἐφεξῆς αὐτὰ διὰ τῶν ἐχομένων ῥήσεων τούτων.