12 ιεʹ.
13 Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν εἰσιόντων ὑποχωρέειν δὶς
14 ἢ τρὶς τῆς ἡμέρης καὶ τῆς νυκτὸς ἅπαξ. πλεῖστον δ’
15 ὑπείτω τῷ πρωῒ ὥσπερ κατὰ φύσιν σύνηθές ἐστι τῷ
16 ἀνθρώπῳ.
18b.136
1
Τοῦτο μὲν καὶ πρόσθεν ἐγεγράφει. βέλτιον δ’ ἦν αὐτὸν
2
εἰρηκέναι νῦν τὸν περὶ τῶν κριτικῶν μὲν, ἀθρόως δὲ
3
ἐκκρινομένων λόγον, ὃν ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δὲ ὡς
4
περιττὰ τὸ δὶς ἢ τρὶς τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἅπαξ
5
ὅσα τ’ ἄλλα πρὸς τούτοις ἔγραψεν. ἤρκει γὰρ μόνον εἰπεῖν,
6
ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως
7
ὑπ’ αὐτοῦ γεγραμμένον, ἔν τισι μὲν ἀντιγράφοις μετὰ
8
τοῦ ὑπείτω, κατ’ ἔνια δὲ καὶ χωρὶς τούτου κατὰ τοῦτον τὸν
9
τρόπον, πλέον ὑπὸ τὸ πρωῒ ὥσπερ σύνηθες ἦν τῷ ἀνθρώπῳ.
10
διαφέρει δὲ οὐδὲν ἢ οὕτως ἢ ἐκείνως γεγράφθαι,
11
φυλάττεται γὰρ ἑκατέρως ἄριστον εἶναι τὸ
12
συνηθέστατον.