Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

14 καʹ.

15 Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι
16 καὶ καίεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ὦσι καὶ μεγάλοι·
17 καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι.
18 ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι
19 κατισχναίνειν πειρᾶσθαι ἐν τουτέῳ τῷ χρόνῳ. 18b.271
1 ὁκόταν δὲ ἀποκριθῇ ἤδη πᾶν, δὴ σταφυλὴν καλέουσι,
2 καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ
3 περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ
4 ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν
5 κοιλίην τῇ χειρουργίῃ χρέεσθαι, ἢν τε χρόνος ξυγχωρέῃ
6 καὶ μὴ ἀποπνίγηται ἄνθρωπος.



8 Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι
9 σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ
10 προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας
11 ἀποτέμνοις ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι
12 τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθῇ δὴ σταφυλὴν καλοῦσι
13 καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν
14 τε καὶ περιφερὲς, τὸ δ’ ἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ
15 ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης
16 δαψιλῶς εἴτ’ οὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν
17 τοῦ ἰατροῦ.



18b.272