16 ηʹ.
17 Εἰ δὲ καὶ πρὸς τῷ βάρει οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ
18 γίνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα.
18b.126
1
Δέδεικται μὲν δι’ ἑτέρων ἡμῖν ὅπως ἀλλήλαις αἱ διοικοῦσαι
2
τὸ ζῶον δυνάμεις συναπόλλυνται καὶ ὡς ἄχρις οὗ
3
ἡτισοῦν αὐτῶν διασώζεται, ζῇ πάντως ὁ ἄνθρωπος. εἰρηκὼς
4
οὖν ὁ Ἱπποκράτης γνωρίσματα τῆς καταλυομένης δυνάμεως,
5
ὑφ’ ἧς οἱ μύες κινοῦνται, νῦν αὐτοῖς προστίθησιν
6
ἑτέρας δυνάμεως σβεννυμένης ἴδια γνωρίσματα. τὸ γὰρ πελιδνοῦσθαι
7
σημεῖον τοῦ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν,
8
ἥτις ἀπὸ καρδίας ὁρμᾶται. διὰ τοῦτο τοιγαροῦν οὐχ ἁπλῶς
9
θάνατον ἔφησε δηλοῦν τὴν πελιδνότητα προσγινομένην τῷ
10
βάρει τοῦ σώματος, ἀλλὰ παραχρῆμα καὶ οὐκ εἰς ἀναβολὴν
11
ἔσεσθαι τοῦτο, ἐπειδὴ τῶν δυνάμεων ἀμφοτέρων νεκρουμένων
12
φαίνεται τὰ γνωρίσματα.