Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

5 λʹ.

6 Ἔστ’ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει
7 τὸ νόσημα ἄπεπτον εἶναι.



9  Τὸ κατὰ φύσιν οὖρον μετρίως ἐστὶν ὠχρὸν,
10 ὡς ἂν ἐκ τοῦ πεφθέντος ὑγροῦ γεγονὸς ὀλίγον τι τῆς ξανθῆς
11 χολῆς προσειληφότος, ὅταν δὲ ἤτοι πλεῖον αὕτη τοῦ
12 δέοντος ἄκρατος ἰσχυρῶς οὖσα προσαναμιχθῇ τῷ οὔρῳ,
13 πυῤῥὸν φαίνεται. ἐὰν οὖν πρὸς τῷ τοιοῦτον εἶναι κατὰ
14 χρόαν, ἔτι καὶ λεπτὸν εἴη κατὰ τὴν σύστασιν, ἄπεπτον εἶναι
15 σημαίνει τὸ νόσημα. χρὴ γὰρ ὥσπερ ἐν τῇ χρόᾳ μετρίως
16 ὠχρὸν ἔφαμεν εἶναι δεῖν τὸ κατὰ φύσιν οὖρον, οὕτω καὶ
17 κατὰ τὴν σύστασιν ἔχειν μετρίως, μήθ’ οὕτω λεπτὸν ὑπάρχον
18 ὡς ὕδωρ μήθ’ οὕτως γεγονὸς παχὺ, ὡς ἐοικέναι τοῖς 18b.156
1 τῶν ὑποζυγίων. εἴρηται δὲ τελέως ἅπαντα περὶ τῆς τῶν
2 οὔρων φύσεώς τε καὶ διαφορᾶς ἐν τοῖς περὶ κρίσεων.
3 ἐκεῖθεν οὖν αὐτὰ μανθάνειν ὅστις ὄντως ἐραστὴς προγνωστικῆς
4 θεωρίας. ἐν γὰρ ταῖς ἐξηγήσεσιν σκοπός ἐστι
5 σαφὲς ἐργάσασθαι τὸ δοκοῦν ἀσαφῶς εἰρῆσθαι. τὸ δὲ καὶ
6 διακρῖναι τίνα μὲν αὐτῶν ὡς ἀληθῶς εἵρηται, τίνα δὲ οὒ,
7 καὶ προσθεῖναι τὰς ἀποδείξεις ἑκατέροις, ἐκ περιουσίας
8 γίνεται.