Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

13 λβʹ.

14  Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν
15 ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι
16 γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι
17 πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.


18b.290


1 Τοῖς μὲν ἤδη τελείοις, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν
2 ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις
3 πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν
4 ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν
5 μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι.
6 γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ
7 καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον.
8 ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν
9 ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.