Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prognosticum commentaria (In Hipp. Progn. comm.)
urn:cts:greekLit:tlg0057.tlg099
Εἰς τὸ προγνωστικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Pronostic d’Hippocrate
Commentary on Hippocrates’ ‘Prognostic’ (Hipp. Prog.)
editio(nes) critica(e): Heeg, 1915
translatio Latina: Hippocratis Prognosticon et Galeni in eum librum commentarius, 1830, vol. 18b, pp. 1-317. urn:cts:greekLit:tlg0057.tlg099.verbatim-lat1
translationes recentiores Rubio Fernaz, 2010 (spa)

15 λαʹ.

16 Τουτέων δὲ οἷσιν ἂν ἄρξηται πόνος τῇ πρώτῃ ἡμέρῃ
17 γίνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι·
18 ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλείονες
19 αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ 18b.288
1 μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἑνδεκαταῖοι.
2 οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα
3 κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίνονται, ἐς τὴν τεσσαρεσκαιδεκάτην
4 κρίνεται νοῦσος.



6 Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς
7 καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν
8 οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος,
9 ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν
10 τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν εʹ. ἁπάσαις γε μὴν αὐταῖς
11 κοινόν ἐστιν εἰς τὴν ζʹ πως ἡμέραν, ἀφ’ ἧς ἤρξαντο τελευτᾷν.
12 μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην
13 ἔχει αὐτὴν κρίσιμον, δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ
14 τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη
15 κρίσιμος, εἰς τὴν θʹ ἑνδεκάτην κρίσις ἀφικνεῖται τῆς
16 ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ὀψιαίτερον
17 ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θʹ ἡμέρας
18 ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν,  18b.289
1 ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἑβδομάδων περίοδον
2 ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν,
3 ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ τρίτη
4 διαφορὰ τῆς κεφαλαλγίας κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη
5 ἄχρι τῆς ιδʹ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις
6 εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν εʹ ἡμέραν
7 ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς
8 πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβʹ, κρίσιμον δὲ οὐκ εἶναι
9 τὴν ιβʹ, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τ’ ἐστὶ τὴν μίαν
10 ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον.
11 εἰκότως οὖν εἰς τὴν ιδʹ ἐξέπεσε.