Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Vocum Hippocratis Glossarium (Voc. Hipp. gloss.)
urn:cts:greekLit:tlg0057.tlg106
Τῶν παρ’ Ἱπποκράτει γλωττῶν ἐξήγησις
Glossaire hippocratique
Glossary of Hippocratic Terms (Gloss.)
editio(nes) critica(e): Perilli, 2017 (grc;ita)
translatio Latina: Vocum Hippocratis Glossarium, 1830, vol. 19, pp. 62-157. urn:cts:greekLit:tlg0057.tlg106.verbatim-lat1
translationes recentiores Perilli, 2017 (grc;ita)

ΑΡΧΗ ΤΩΝ ΑΕΞΕΩΝ ΤΟΥ Α.


5 Ἀγκυλίδωτον: ἀγκύλην ἔχον· εἴρηται δὲ ἐπὶ ἅρματος
6 κυρτώματος.


7 ἀγκυρομήλη: ἄγκιστρον.


8 ἄγλιθες: τὰ μόρια τοῦ σκορόδου τῆς κεφαλῆς.


9 ἀγλίη: ἐν τοῖς ὀφθαλμοῖς ὑπόλευκος οὐλὴ, καθάπερ ἐν
10 τῷ μείζονι προῤῥητικῷ, καὶ οἱ λευκανθίζοντες ἐπίπαγοι,
11 ὡς ἐν Κωακαῖς προγνώσεσιν.


12 ἀγρίη κολοκύνθη: κολοκυνθὶς, ὡς καὶ Κρατεύας καὶ Διοσκουρίδης
13 καὶ Πάμφιλος.


14 ἄγροφον: ὀρεινόν.


15 ἄγυια: ἀσθενῆ.


16 ἀγχόμενος: πνιγόμενος.

19.70


1 ἀδάξασθαι: δάκνεσθαι κνησμωδῶς.


2 ἀδηνέως: ἀφροντίστως.


3 ἀέτωμα: τὸ εἰς ὕψος ἀνατεταμένον τῆς ὀροφῆς, ὥσπερ τρίγωνον.
4


5 ἀθέλγεται: παρίεται, διεκλύεται.


6 ἀθήρ: τό τε τῆς κριθῆς ὀξὺ, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων
7 τῷ μικροτέρῳ καὶ τοῦ ἐν τῇ ἀκίδι πώγωνος τὸ ἄκρον,
8 ὡς ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν.


9 ἀθώρηκτος: μὴ μεθύων.


10 αἰγοκέρας: ὅπερ καὶ βουκέρας καὶ τῆλις.


11 Αἰγύπτιον ἔλαιον: ὅπερ αὐτοὶ καλοῦσι κίκινον. (οἱ μέντοι
12 παλαιοὶ ἐκ τῆς κίκεως καὶ κίκινον.)


13 Αἰγύπτιον ἔλαιον λευκόν: τὸ ἀπὸ τῶν κρίνων σκευαζόμενον,
14 ὅπερ καὶ κρίνινόν τε καὶ σούσινον ἔλαιον ὠνόμασται.


15 Αἰγύπτιον μύρον λευκόν: ὅπερ καὶ Μενδήσιον ὠνόμασται,
16 σκευαζόμενον διά τε κρίνων καὶ ἀρωμάτων, διὰ τοῦτο καὶ 19.71
1 μύρον, οὐκ ἔλαιον προσαγορεύεται· τὸ δ’ αὐτὸ καὶ κρινόμυρον
2 καὶ σούσινον μύρον ὠνόμασται.


3 Αἰγύπτιον μύρον: τὸ μύρον διὰ τοῦ ἄνθους τῆς ἀκάνθης
4 Αἰγυπτίας, ὅπερ καὶ μετώπιον ὠνόμασται.


5  Αἰγυπτίην στυπτηρίαν: ἣν δὴ καὶ σχιστὴν καὶ τρισχιστὴν
6 ὀνομάζομεν.


7 αἰεί: σημαίνει ποτὲ παρὰ τῷ Ἱπποκράτει καὶ τὸ ἕως καὶ
8 παρὰ πολλοῖς τῶν παλαιῶν.


9 αἰθάλη: ὅπερ καὶ λιγνύς.


10 Αἰθιοπικόν: ὑπακουστέον τὸ κύμινον.


11 αἰθόλικες: οἱ ἐπιπολῆς τοῦ δέρματος κύκλοι, ὅμοιοι τοῖς
12 ἀπὸ πυρὸς συνισταμένοις ἐρυθροῖς κύκλοις, ἀπὸ τοῦ αἴθειν
13 ὠνομασμένοι· καὶ αἰθολικώδεα δηλονότι τὰ τούτοις
14 ὅμοια, οἱ πολλοὶ προσαγορεύουσιν αἱμάλωπας.


15 αἱματοφλοιβοιστάσιες: οὕτως μὲν οἱ περὶ τὸν Διοσκουρίδην
16 γράφουσι, τὰς ἐπισχέσεις τοῦ ὑπεροιδοῦντος αἵματος
17 ἡγούμενοι δηλοῦσθαι· ὅτι καὶ ἀλλαχοῦ φησιν, ἐν τῇσι 19.72
1 φλεξούσῃσι, αἱμοῤῥαγίῃσι σχῆμα εὑρετόν· οἱ πλείους μέντοι
2 γράφουσιν αἱματοφλεβοιστάσιες, δηλοῦσθαι νομίζουσιν
3 ἐκ τοῦ ὀνόματος τὰς πλήρεις αἵματος κεκυρτωμένας
4 φλέβας.


5 αἱμοκέρχνα: ἐπὶ αἵματος ἐκχύσει κέρχνον ἐμποιοῦντα, τοῦτο
6 δέ ἐστι δῆξίς τις ὑποτραχὺς ἐρεθίζουσα κατὰ τὴν τραχεῖαν
7 ἀρτηρίαν.


8 Αἰνειάτης: ἀπὸ Αἰνείου τῆς ἐν Θράκῃ πόλεως· τὸν δὲ
9 αὐτὸν καὶ Αἰνειοτικὸν ἔστιν ὅτε καλεῖ.


10 αἰολᾶσθαι: τὸ οἷον πλάζεσθαι καὶ πλανᾶσθαι.


11  αἰών: βίος.


12 ἀκαλήφη: ἥπερ καὶ κνίδη.


13 ἀκεστά: τὰ ἰατὰ, καὶ γὰρ ἄκη τὰ ἰάματα.


14 ἀκήρατος: ἀδιάφθορος.


15 ἀκίς: οὕτως ὀνομάζεται τὸ σίδηρον τοῦ βέλους.


16 ἀκόνην ἐν τοῖς προσκειμένοις τῷ περὶ διαίτης, οὕτως ὠνόμασε
17 τὴν θυῖαν· ὡσαύτως δὲ αὐτῷ καὶ Θεόφραστος ἐν
18 τῷ περὶ φυτῶν ὀγδόῳ.

19.73


1 ἄκουσα: πεπληρωμένη.


2 ἀκράλεα: ἄκρεα.


3 ἀκρέσπερον: ἄκρας ἑσπέρας, τουτέστι πρώτης καὶ ἀρχομένης.
4


5 ἄκρητον: τὸ ἄκρατον· οὕτως γὰρ ὀνομάζεται πᾶν τὸ ἀμιγὲς
6 ἑτέρου καὶ τὴν αὐτοῦ φύσιν διασωζόμενον εἰλικρινῆ.


7 ἀκρητοχόλους: τοὺς ἄκρατον ἀθροίζοντας χολήν.


8 ἀκρητόχολον: οὕτως ὀνομάζει, ὅνπερ καὶ ἀκρόχολον.


9 ἄκριτον πάγος: τὸ οἷον ἀδιάκριτον· εἴρηται δὲ ἐν τῷ περὶ
10 ἑβδομάδος ἐπὶ τοῦ μετὰ τὸν κόσμον ἤτοι ἀπείρου οἷον
11 ἀδιατυπωτοῦ κενοῦ.


12 ἀκρόπλοα: τὰ ἐπιπολαίως, οἷον ἐπ’ ἄκρου ἐμπλέοντα· οὕτως
13 δὲ καὶ οἱ ἀκρόπλοοι.


14 ἀκροαπίς: γλῶσσα οὕτως εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν ἐπιδημιῶν,
15 οἷον ἄκρα ἑαυτῆς μὴ διατυποῦσα, τουτέστιν
16 ἀδιάρθρωτος ὑπὸ δυσκινησίας.


17 ἀκροσαπές: τὸ ἐπιπολῆς μεταβεβληκός.

19.74


1 ἀκρόψιλον: τὸ ἐπὶ τοῦ ἄκρου ψιλὸν, τουτέστι γυμνόν.


2 ἀλαΐα φθίσις: οὕτως ὠνόμασται ἐν τῷ περὶ τόπων τῶν
3 κατὰ ἄνθρωπον οἷον τυφλὴ καὶ ἀόρατος.


4 Ἀλάπτης: ἐξ Ἀλάπτων· χωρίον δέ ἐστι τῆς Θράκης τὰ
5 Ἀλαπτά.


6 ἀλάστορες: αὐτοί τε οἱ ἄνθρωποι οἱ τά ἄληστα ἐργασάμενοι,
7 παρὰ τὸ τὰ τοιαῦτα ἁμαρτάνειν ἐφ’ οἷς ἐστιν ἀλαστῆσαι
8 καὶ στενάξαι καὶ οἱ τιμωροὶ αὐτῶν δαίμονες.


9 ἀλγήματα: πολλάκις καὶ κατ’ αὐτοῦ τοῦ νοσήματος ἐπιφέρει
10 τοὔνομα· καὶ τὸ ἀλγεῖν ὁμοίως ἀντὶ τοῦ νοσεῖν τι
11 καὶ πάσχειν καὶ τὰ ἄλλα τὰ ἀπ’ αὐτοῦ.


12  ἀλεάζειν: θερμαίνειν.


13 ἄλιον ὕδωρ: τὸ ἠθροισμένον ἐξ ὄμβρου ἀθρόου.


14 ἀλήϊον: ἠθροισμένον, ἀθρόον.


15 ἀλεξητήρια: βοηθήματα· καὶ γὰρ τὸ ἀλέξασθαι βοηθεῖν
16 ἐστιν.


17 ἀλέουσιν: ἀθροίζουσιν.


18 ἄλειφα: ἔλαιον στέαρ.

19.75


1 ἀλέως: ἀθρόως.


2 ἀλεότητα: ἄθροισιν.


3 ἀληθέωσι: πλανῶσιν· εἴρηται δὲ καὶ περὶ τὴν ἄλην.


4 ἀλθεῖν: ὑγιάζειν.


5 ἄλθεξις: ἴασις.


6 ἀλθίσκειν: ὑγιάζειν.


7 ἄλκαρ: βοήθημα.


8 ἀλλογνοῶν: παραφρονῶν, οἷον ἄλλα γινώσκων παρὰ τὰ
9 ὄντα· οὕτω δὲ καὶ τὸ ἀλλοφρονήσας εἴρηται πρὸς αὐτοῦ.


10 ἀλλοιοτροπεῖται: τρέπεται ποικίλως.


11 ἀλλόκοτον: ἀσαφὲς καὶ ἄγνωστον.


12 ἀλλοφάσσοντες: παραπαίοντες, παραφρονοῦντες.


13 ἀλαοί: τυφλοὶ, ὅτι καὶ ἀλαὸς τυφλός.


14 ἁλυκόν: ἁλμυρόν.


15 ἀλύζει: ἀπορεῖ, ῥιπτάζεται· οὕτως δὲ καὶ τὸ ἀλύξει ἐπὶ τοῦ
16 μέλλοντος εἴρηται.


17 ἀλυσμόν: ὅπερ καὶ ἄλυσίν τινα καὶ ἀπορίαν, δὴ καὶ ῥιπτασμὸν
18 καλοῦσι, καὶ ἀλυχὴ δὲ ταὐτὸν τοῦτο.

19.76


1 ἄλφιτα: οὐ μόνον τὰ ἀπὸ τῶν κριθῶν οὕτως καλεῖται· ἔν
2 τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων ἄλφιτα πύρινα εἴρηται·
3 ἐν δὲ τῷ περὶ νούσων δευτέρῳ τῷ μείζονι καὶ φακῶν
4 καὶ ὀρόβων πεφρυγμένων· ἄλφιτα τοίνυν παντὸς
5 ἀληλεσμένου καρποῦ τὸ σύμμετρον τῷ μεγέθει θραῦμα
6 ὀνομάζεται. τὰ μὲν γὰρ μείζω κρίμνα, τὰ δὲ ἐλάττω
7 ἄλευρα.


8 ἄλφιτα προκώνια: τὰ πρὸ τῆς τοῦ κώνου στάσεως, τουτέστι
9 τὰ ἐκ τῶν νέων ἔτι καὶ ἁπαλῶν κριθῶν· κῶνος
10 γάρ τις ἐν ταῖς ἁλῶσιν ἔτι καὶ νῦν ἵσταται καὶ μάλιστα
11 ἐν ταῖς ἐπόμβροις χώραις ξύλον ὀρθὸν, ἐφ’ συντίθενται
12 οἱ καρποὶ κωνοειδῶς.


13 ἀμαλδύνεται: αὐτῷ σύνηθες τὸ οἷον ἀφανίζεται καὶ τὸ οἷον
14 ἀμαυροῦται· καθάπερ ἐν τῷ δευτέρῳ τῶν γυναικείων
15 ὄμματα ἀμαλδύνεται.


16 ἁμαλῶς: τό τε ἁπαλῶς, ὅπερ ἴσον δύναται τῷ μετρίως, ὡς
17 ἐν τῷ περὶ ἐμπύων· τοῦτο δὲ ἁμαλῶς ἐπαλέουσι, καὶ τὸ 19.77
1 ῥᾳδίως, ὥσπερ ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι,
2 καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ἁμαλῶς ὁρᾶ· καὶ ἐν τῷ δευτέρῳ
3 μείζονι καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται.


4 ἀμαμηλίδας: εἶδός τι μεσπίλου πλεῖστον ἐν Ἰταλίᾳ γινόμενον,
5 ὡς καὶ Διοσκουρίδης λέγει· τινὲς δὲ τὰς ἐπιμηλίδας
6 φασὶν εἶναι μῆλα σμικρὰ ἄγρια.


7 ἄμβη: ὀφρυώδης ἐπανάστασις.


8 ἀμβλυωσμός: ἤτοι ἔκτρωσις παρὰ τὸ ἀμβλύσκειν· ἀλλὰ καὶ
9 ἀμβλυωπία, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ.


10 ἀμβλυωπότερα: τὰ ἀμβλύτερον ὁρώμενα, τουτέστιν ἀμυδρότερον.
11


12 ἀμείρων: ἀφαιρῶν καὶ λαμβάνων.


13 ἀμενηνόν: ἀσθενές.


14 ἄμη: κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως.


15 ἀμήνας: ἐκπιάξας, ἀμύξας.


16 ἀμοίη: οὕτως ἐν τῷ κατ’ ἰητρεῖον Διοσκουρίδης γράφει,
17 ἀμοίη ὅτι πιέξει παραλλάξαν ἐκκλίνει ἐς τὴν αὔξησιν καὶ
18 ἀνάπλασιν  τῶν σαρκῶν ποιήσεται· οἱ δὲ ἄλλοι 19.78
1 γράφουσιν ἀλλοίη· φησὶ δὲ Διοσκουρίδης τὸ ἀμοίη μέτρια
2 εἶναι, μαρτύριον δὲ οὐδὲν παρατίθεται.


3 ἀμυστί: ἀθρόως ἄνευ τοῦ μῦσαι τοῖς χείλεσι.


4 ἀμφιβραγχίων: τῶν περὶ τὰ παρίσθμια καλουμένων χωρίων.
5 ἀμφίδεον: τὸ τοῦ. στόματος τῆς μήτρας, τὸ ἐν κύκλῳ ἄκρον,
6 ὅπερ καὶ σικύας χείλεσιν ἔοικε, κατὰ μεταφορὰν ἀπὸ τῶν
7 γυναικείων ψελλίων ὠνομασμένον, καὶ αὐτὰ ἀμφίδεα
8 καλοῦνται ἀπὸ τοῦ περιλαμβάνειν ἐν κύκλῳ καὶ οἷον ἀμφιδεῖν.
9


10 ἀμφιδέξιος: οἷον ἀμφοτέρωθεν δεξιὰ, τουτέστιν ἀμφοτέραις
11 ταῖς χερσὶν ὡς δεξιᾷ χρωμένῃ. τοιοῦτος γὰρ καὶ
12 παρὰ τῷ ποιητῇ περιδέξιος. οὕτως δὲ καὶ Ἱππῶναξ
13 ἔλεγεν·


14 ἀμφιδέξιος γάρ εἰμι καὶ οὐχ ἁμαρτάνω.


15 τινὲς δὲ ἀμφιδέξιον ἀκούουσιν οὐ καλῶς τὴν ἐν τοῖς δεξιοῖς
16 μέρεσι τῆς μήτρας κυουμένην.


17 ἀμφιμήτριον σημεῖον: οὕτως ὠνόμακεν ἐν τῷ βʹ τῶν ἐπιδημιῶν
18 τὸ δηλωτικὸν τῶν περὶ τὰς μήτρας διαθέσεων.

19.79


1 ἀμῶς: κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως.


2 ἀναγνῶναι: μεταπεῖσαι, μεταδίδαξαι.


3 ἀνάκαρ: εἰς τὸ ἄνω μέρος, ὥσπερ ἐπίκαρ ἐς τὸ κάτω
4  ἐξ ὀρέων.


5 ἀνακικίουσιν: ἀναπηδῶσιν.


6 ἀνακῶς: φυλακτικῶς.


7 ἀνακωχή: ἀνωχὴ, ἀναβάσταξις.


8 ἀναλδές: ἄτροφον, ἀναυξές.


9 ἀνάλμυροι: ἄναλοι οὐχ ἁλμυροί. Διοσκουρίδης οὕτως,
10 διαιροῦντες δὲ ἀναγινώσκουσιν οἱ πολλοί.


11 ἄναλτον: τό τε χωρὶς ἁλῶν καὶ οὐχ ἁλμυρόν.


12 ἀναπλάξεις: διαπλάξεις.


13 ἀναπρῆσαι: ἀνατρῆσαι, ἐκτρῆσαι.


14 ἀνάῤῥινον: τὸ διὰ τῶν ῥινῶν παλίσσυτον ἰὸν, ἔνιοι δὲ διαιροῦσιν
15 ἀνὰ ῥινὸν εἶναι ἀνὰ τὸ δέρμα.


16 ἄναυδος: διαλέγεσθαι ἀδύνατος. ἄφωνος δὲ φωνεῖν μὴ
17 δυνάμενος. ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐφεξῆς ἀλλήλων 19.80
1 ἐπὶ Πυθίωνος εἴρηται. οὕτως ἔχει καὶ τὸ παρὰ τῷ
2 ποιητῇ ἐπὶ τοῦ ἵππου.


3 αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρῃ.


4 ἀναφέρειν: δηλοῖ ποτε καὶ τὸ ὑπολύζειν ἀναπνέοντα, ὡς ἐν
5 τῷ πρώτῳ περὶ νούσων τῷ μικροτέρῳ, καὶ ἀναφέρειν
6 ὥσπερ τὰ παιδία τὰ πεπαυμένα, κλαίοντά τε καὶ εἰς τὰς
7 ῥῖνας ἀνέλκοντα τὸ πνεῦμα. τοῦτο ταὐτόν ἐστι τὸ πνεῦμα
8 προσπίπτειν ἐν τῇ ἔξω φορῇ, ἔμπαλιν τῇ διπλῇ εἴσω
9 ἐπανακλήσει.


10 ἀναχαίνεται: ἀναξαίνεται.


11 ἀναχελύνεται: ἀναξηραίνεται.


12 ἀνδρογένειαν: τὴν κατὰ ἄνδρας διαδοχὴν τοῦ γένους.
13 μέντοι κατὰ τὰς γυναῖκας διαδοχὴ τοιοῦτο ἕτερον οὐδὲν
14 ὄνομα κέκτηται ὅμοιον.


15 ἀμβήξατο: μετὰ βηχὸς ἀνέπτυσεν.


16 ἀνειλήματα: τοὺς στρόφους.


17 ἀνειλισθῶσιν: εἰς τὸ ἄνω εἱλισθεῖσαι συστραφῶσιν.


18 ἀνερυσθέωσιν: ἀνασπασθῶσιν.

19.81


1 ἀνείσας: ἐν ὕψει ἀνωτάτω κρεμάσας· σύγκειται γὰρ ἐκ τοῦ
2 ἄνω καὶ εἴσας.


3 ἀνεμοῦται: ἐμπνευματοῦται.


4 ἀνερίκτων: ἀδιασείστων.


5 ἀνεστραμμένα: ἀνατεταραγμένα, εἴρηται δὲ ἐπὶ οὔρων.


6  ἄνεως: ἄφωνος καὶ τὸν νοῦν ἐμπεπληγμένος.


7 ἀνήνιος: ἄλυπος καὶ ἀβλαβής.


8 ἀνηρείκτῳ: μὴ διῃρημένῳ εἰς λεπτὰ, ἀλλ’ ἐξ ἄκρων κρίμνων
9 συγκειμένῳ.


10 ἄνθεα: οὐ μόνον ταῦτα τὰ εἰς τὰ στέφανα, ἀλλὰ καὶ τὰ
11 ἄλλα πάντα οὕτως ὀνομάζει καὶ τὰ σπέρματα δὲ ὡσαύτως
12 ἐνίοτε καλεῖ, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ τῶν γυναικείων,
13 ἀλλὰ καὶ τὰ ἐρυθήματα, ὡς ἐν κωακαῖς· καὶ πτύσματα
14 δὲ ἀνθηρὰ τὰ ἐρυθρὰ καὶ ὕφαιμα λέγει ἐν τῷ
15 στʹ τῶν ἐπιδημιῶν.


16 ἀνθίνην οἶνον: ἤτοι τὸν ἠνθισμένον ὀνομαζόμενον τὸν ἐκ
17 τῶν ἀνθῶν ἡδυσμένον, ὥσπερ καὶ κυκεῶνα ἄνθινον ὠνόμασεν
18 ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.

19.82


1 ἀνθινὸν ἔλαιον: τὸ κρίνινον καὶ ἴρινον λέγεται, τὸ δὲ αὐτὸ
2 καὶ σούσινον καλεῖται.


3 ἀνθινὸν μύρον: ὅπερ καὶ σούσινον μύρον καὶ κρίνινον μύρον·
4 διαφέρει δὲ τοῦ ἀνθινοῦ ἐλαίου τοῦ προγεγραμμένου
5 τῇ ποικιλίᾳ τῶν ἀρωμάτων.


6 ἀνεύθυντο: ἤγουν εἰς τὸ ἄνω ἀπεύθυντο.


7 ἀνωργασμένον: τό τε ἀναμεμαλαγμένον, ἐπειδὴ καὶ τὸ μαλάξαι
8 ὀργάσαι καὶ τὸ οἷον σπαργᾷν καὶ ὀργᾷν, ὡς ἐν τῷ
9 δευτέρῳ περὶ νούσων τῷ μείζονι.


10 ἀντικοντώσιος: τῆς διὰ τοῦ κοντοῦ ἀντερείσεως, ὅπερ καὶ
11 σκίμπων καλεῖται.


12 ἀντίῤῥινα: πόα τις ἣν καὶ βουκράνιον καὶ λυχνίδα ἀγρίαν
13 ὀνομάζουσιν.


14 ἄορτρον: τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος ἑκατέρωθεν,
15 ὡς ἐν τῷ περὶ νούσων τῷ μείζονι· ἔτι δὲ καὶ ἄορτριν τὸ
16 αὐτὸ τοῦτο ἐνίοτε καλεῖ, ὡς Διοσκουρίδης οἴεται, οὐ πάνυ
17 δὲ σαφές ἐστιν.


18 ἀπαρτίως: ἀπηρτισμένως καὶ ἀκριβῶς. Διοσκουρίδης δὲ 19.83
1 ἔφη ὅτι καὶ πᾶν τὸ ἐναντίον δηλοῖ, ὡς ἐν τῷ περὶ διαίτης
2 ὀξέων, ἐν οἷς φησι· καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπαρτίως
3 ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν εἰς τὰ ῥοφήματα·
4 ἐμοὶ δὲ καὶ ταύτῃ δοκεῖ τὸ ἀπηρτισμένως τε καὶ
5 ἀκριβῶς δηλοῦν· τῷ δὲ καὶ οἱ Ἀττικοὶ τὸν αὐτὸν τρόπον
6 χρῶνται τῷ ὀνόματι· μυρία δὲ παραδείγματα διὰ
7 τῶν σμικρῶν ὑπομνημάτων ἔχεις.


8 ἀπεβράσσετο: ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν οὕτως Διοσκουρίδης
9 γράφει, καί φησιν αὐτὸς δηλοῦσθαι τῷ ἀπεβράσσετο
10 τὸ ἀπεβήσσετο, τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπεβήσσετο
11 γραφόντων· γάρ τοι Διοσκουρίδης οὗτος καὶ
12 Ἀρτεμίδωρος καὶ ἐπικληθεὶς Καπίτων ἐκ τοῦ συνήθους
13 τοῖς ἄλλοις ὀνόματα πολλὰ μετεκόμισαν, οὐδὲν ἀλλοιότερον
14 δηλοῦντα τῆς ἀρχαίας γραφῆς, ὧν ἀνάγκην ἔχομεν
15 καὶ ἡμεῖς μνημονεύειν.


16 ἀπιλλήθη: συνεκλείσθη, ἴλλειν γὰρ τὸ συγκλείειν.


17 ἀπερχθῇ: ἀποκλεισθῇ.


18 ἀπόγονα: τὰ γόνιμα, ἔνιοι δὲ ἤκουσαν τὰ ἄγονα.

19.84


1 ἀποκεκαρπωκός: ἀποβεβλαστηκός.


2 ἀποκεκριμένῃσι: κεχωρισμέναις.


3 ἀποκηδέστερον: ἀφροντιστότερον.


4 ἀποκναίειν: μάλιστα μὲν τὸ ἀποξύειν, ἤδη δὲ καὶ τὸ καταφθείρειν
5 καὶ τὸ κατισχναίνειν.


6 ἀπομυλήνας: προβάλλων τὰ χείλη συνημμένως.


7 ἀπονενοημένως: ἀνεπιστρέπτως.


8 ἀποπαλλήσιος: ἀποπάλσεως, ἐντεῦθεν καὶ τὸ ἀποπαλλώσεται,
9 ποτὲ μὲν τὸ ἐνεργητικὸν τὸ ἀποπάλλειν σημαίνει,
10 καθάπερ ἐν πρώτῳ τῶν γυναικείων· ἔστιν ὅτε δὲ καὶ τὸ
11 παθητικὸν τὸ ἀποπαλλήσεται, ὡς ἐν τῷ περὶ φύσεως ἀνθρώπου.
12  


13 ἀπορέγει: προτείνει.


14 ἀποσαείς: ἀποσβεσθείς.


15 ἀποσιτικά: ἀποσιτίας καὶ ἀνορεξίας ποιητικά.


16 ἀποσκήψεις: τὰς ἀποσχάσεις ἐν τῷ πρώτῳ περὶ νούσων
17 τῷ μείζονι.


18 ἀποσκληρύνει: σκελετεύει.

19.85


1 ἀποσπαρθάζουσι: σπαίρουσιν σφύζουσιν, ἐν τῷ δευτέρῳ
2 περὶ νούσων.


3 ἀπόσφαγμα: τὸ τρυγῶδες παρήθημα, καὶ ὑπόσφαγμα.


4 ἀπτίστων: ὁλοσχερῶν εἰς ὁλοσχερῆ ἄλευρα διῃρημένων, ἐλλιπῶς
5 κεκομμένων, μὴ ἀποβεβρασμένων τὸ πιτυρῶδες.


6 ἀπυρομήλῃ: τῇ πυρῆνα μὴ ἐχούσῃ, τουτέστι τῇ μηλοτρίδι.


7 ἀρακίδας: πυρίνους ἀρακίσκους, εἶδος ὀσπρίου δέ ἐστιν
8 ἄρακος.


9 ἀρβύλαι: ὑποδήματα τὰ βαθέα.


10 ἄργης: ὄφις τις οὕτως ὀνομαζόμενος.


11 ἄρδας: ῥύπος τις καὶ ἀκαθαρσία, καὶ ἀρδαλῶσαι τὸ ῥυπᾶναι.
12


13 ὀρθρινόν: τὸν τοῖς ἄρθροις ἁρμόττοντα.


14 ἀρικύμων: ταχέως ἐγκύμων γινομένη.


15  ἄρις: οὐ μόνον τὸ ὄργανον, ἀλλὰ καὶ βοτάνη τις
16 οὕτως ὀνομάζεται.


17 ἄρκτιος: ἀπὸ τῆς ἄρκτου πνέων, ἔνιοι δὲ ἄρκτιον ἄντικρυς
18 γράφουσιν.

19.86


1 ἄρμης: τῆς ἐν τῇ κεφαλῇ ῥαφῆς.


2 ἀρμίως: παραχρῆμα, Δώριος δὲ λέξις.


3 ἀῤῥοίας: ἐποχῆς ἐμμήνων.


4 ἀρτίζωα: ὀλιγοχρόνια.


5 ἀρτίστομα: πανταχόθεν ὁμαλά.


6 ἀσκαρίδες: ἕλμινθες ἰσχναὶ καὶ μικραὶ ἐν τῷ ἀπευθυσμένῳ
7 ἐντέρῳ γεννώμεναι.


8 ἀσκούς: κεράμεις οὓς καὶ πυριατούς καὶ φακούς ὀνομάζουσιν.
9


10 ἀσᾶται: τό τε πυροῦται ὡς ἐν πρώτῳ γυναικείων καὶ τὸ
11 προσκόρως καὶ ἐπαχθῶς διατίθεται, ὡς ἐν τῷ δευτέρῳ
12 περὶ νούσων τῷ μείζονι.


13 ἀτέραμνα: τὰ δυσκατέργαστα καὶ σκληρά.


14 ἄτρακτον: οὐ μόνον τὸν εἰς τὸ ἱερουργὸν χρήσιμον, ἀλλὰ
15 καὶ τὸ ξύλον τοῦ βέλους.


16 Ἀττικὸν ἀγγεῖον: Ἀττικὴν χύτραν, καὶ μήν ποτε τὸν καλούμενον
17 ἐχῖνον.


18 αὐαντὴ αὐαψή: τὶς ξηραντικὴ νόσος.

19.87


1 αὐτίνην: οἶνον τὸν αὐτοετίτην, τὸν ἐκ τοῦ ἐνεστῶτος ἔτους.


2 αὐτόδρομον: αὐτοκίνητον, ὡς ἐν τῷ περὶ ἑβδομάδων.


3 αὕτως: ματαίως.


4 ἁφάς: τὰ ἅμματα παρὰ τὸ ἅψαι.


5 ἀφασσόμενα: ψηλαφώμενα καὶ ἀφησσαμένη, ψηλαφήσασα.


6 ἀφράζει: ἀφραίνει, ἀσυνετεῖ.


7 ἀφροῦντα: ἀφρίζοντα, πομφολυγώδη.


8 ἀφύει: ἀπολευκαίνεται καὶ ὥσπερ ἀφύης τὸ χρῶμα ἔχει·
9 οὕτως δὲ καὶ ἀφυῶδες καλεῖ τὸ ἀφυεῖ χρώματι ἐοικός.


10 Ἀχιλληϊάδας κριθάς: τὰς εὐτραφεῖς καὶ μεγάλας ἀπό τινος
11 Ἀχιλλέως ὠνομασμένας, ὥς φασι, γεωργοῦ Βαβρωνίου.


12 ἀψίῤῥοον: εἰς τοὐπίσω ῥέον.


13 ἀψυχεῖ: λειποθυμεῖ· καὶ ἀψυχίη λειποψυχία.