Μ.
12
παγίδα: τό τε οἷον μάγμα καὶ φύραμα καὶ τὴν χειροπληθῆ
13
μαγδαλιάν.
14
μακρόπνους: ἤτοι μακρὸν ἀναπνέων ἢ διὰ μακροῦ.
15
μαλακίοισιν: οὕτως καλεῖται ὅσα τῶν ἐνύδρων ἄκανθαν οὐκ
16
ἔχει, καθάπερ ὁ πολύπους καὶ τευθὶς καὶ σηπία καὶ
17
ἀκαλήφη· ταῦτα δὲ καὶ ἄναιμα καὶ ἄσπλαγχνά ἐστι.
1
μαλθώδεα: μαλακτικὰ ἢ κηρώδη· μάλθη γὰρ ὁ κηρὸς καὶ
2
μάλιστα ὁ μεμαλαγμένος.
3
μαρίλη: ἣν οἱ πολλοὶ θερμοσποδιὰν ὀνομάζουσιν.
4
μάσθλης: θέρμης.
5
μάσσειν: οὐ μόνον τὸ ἀναδεύειν ἢ φυρᾷν, ἀλλὰ καὶ τὸ ἐκθλίβειν,
6
ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῶ μείζονι.
7
μᾶσσον: πλέον, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ.
8
μάτος: ἡ ζήτησις καὶ τὸ ζητεῖν, ματίσαι ἢ ματεῖσθαι.
9
μαχαιρίδι ὀξυβελεῖ: τῷ φλεβοτόμῳ.
10
μαχαιρίδι στηθοειδεῖ: τῷ σμιλίῳ ἰατρικῷ γαστρώδει.
11
μέλαινα: λέγεταί τε καὶ ἡ νόσος οὕτως ἀπὸ μελαίνης χολῆς
12
συνισταμένη.
13
μέλαιναν ῥίζαν: τὴν τοῦ ἀσπαλάθου τοῦ ἀρωματικοῦ καλουμένου.
14
15
μελαῖνις: περισπωμένως ὁ Διοσκουρίδης ἀναγινώσκειν ἀξιοῖ,
16
μελαῖνις αἶξ καὶ βοῦς μελαῖνις· καὶ δηλοῦσθαί φησι τὴν
17
ἐκ Μελαινῶν· πόλις δὲ αὕτη κατὰ τὸ Κρισαῖον πεδίον 19.121
1
προκειμένη τῷ Κριφίῳ νομὰς ἀγαθὰς ἔχουσα καὶ εὐγαλάκτους,
2
ὥς φησιν ὁ Διοσκουρίδης.
3
μελάνεον: τὸ ἐν τῷ προγνωστικῷ· τινὲς μὲν ὑφ’ ἓν ἀναγινώσκουσιν,
4
ἵν’ ἦ τὸ μελανοῦν· ἔνιοι δὲ διαιροῦσι, χλωρὸν
5
ἢ μέλαν ἐὸν ἀντὶ τοῦ ὄν.
6
μέλανι φαρμάκῳ: τοῦτο πῶς σκευάζεται ἐν τῷ περὶ ἑλκῶν
7
αὐτὸς ἐδίδαξεν.
8
μέλαν τὸ κύπριον: τὴν κυπρίαν σποδὸν, ᾗ πρὸς τοὺς ὀφθαλμοὺς
9
χρώμεθα.
10
μελεδαίνοντι: ἐπιμελουμένῳ, θεραπεύοντι· καὶ μελεδὼν ἡ
11
ἐπιμέλεια, οὐχ ὡς παρ’ Ὁμήρῳ ἡ λύπη.
12
μελιηδέα: οὐ μόνον τὸν ἡδὺν, ἀλλὰ καὶ τῷ μέλιτι μεμιγμένον,
13
ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι· ἐν δὲ τῷ
14
αὐτῷ καὶ μελίχρουν ὀνομάζει καὶ τὸν τοιοῦτον οἶνον.
15
μεμύρηκεν: συνείληκεν ἀπὸ τῶν μυριομένων ἐρίων.
16
μεμιασμένον: μεμολυσμένον ὡς παρὰ τῷ ποιητῇ.
17
μεμολυσμένους: ἔνιοι μὲν τοὺς κατεψυγμένους, ἔνιοι δὲ τοὺς
18
ἐσκιῤῥωμένους καὶ λιθώδεις ᾠήθησαν.
1
μεμωρωμένα: τὰ ἀναίσθητα.
2
μεσόδμη: ἡ καθ’ ἕνα οἶκον εἰς δύο μεμερισμένον διορίζουσα,
3
τοῦ δοκοῦ εἶρξις, οἷον μεσοδομή τις οὖσα, τινὲς δὲ καὶ
4
τὸ ὑπερκείμενον στέγος μεσόδμην καλοῦσι.
5
μεσόβλημα: ὡς εἰ καὶ μεσέντη ἔλεγεν.
6
μετακύρας: ἐν τῷ περὶ διαίτης ὀξέων, τὸ γαλακτῶδες
7
σύγκραμα.
8
μηκώνιον: τὸν πεπλεὸν καλούμενον, ὃν καὶ μηκωνίτην ὀνομάζει.
9
10
μήλην διαστομωτρίδα: τὸν διαστολέα.
11
μήλην ἐξωτίδα: τὴν μηλωτίδα.
12
μήλην ἰσχυρήν: τὴν τραυματικὴν μήλην.
13
μήλῃ πλατείῃ: τῇ σπαθομήλῃ.
14
μήλης τῷ πλάτει: τῷ κυαθίσκῳ τῆς ὀφθαλμικῆς μήλης.
15
μῆλα: τὰ προβάτια.
16
μηλίας: ἡ ἀπὸ Μήλης τῆς νήσου.
17
μηλιάδος ὠμῆς: τῆς ἀπὸ Μήλου χαλκίτεως ἢ στυπτηρίας.
1
μηλιάδα: ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ τῇ
2
μιλιάδι λέγει τῇ ἀπὸ Μήλου τῆς νήσου.
3
μήτρη: κάλυμμα καὶ οἷον ἕλιγμά τι ἢ ἐπιδιδυμὶς ὀνομαζομένη·
4
ἔστι δὲ κρισώδης τις ὄγκος κατὰ τὴν κορυφὴν ἐπικείμενος
5
τῷ διδύμῳ.
6
μηνίειν: μασᾶσθαι, ἐσθίειν.
7
μύκη: μύσις.
8
μυοχάνη: ἐπίθετον χασκούσης. εἰ δὲ μυριοχαύνη γράφοιτο,
9
ἡ ἐπὶ μυρίοις ἂν εἴη χαινουμένη.
10
μύῤῥαν: Αἰολεῦσι σμύρναν, δὶς τὸ ρ γράφεται.
11
μυρτίδανον: οἱ πλεῖστοι μὲν τὸ πέπερι. Διοσκουρίδης δὲ ὁ
12
Ἀναζαρβεὺς ἐν τῷ πρώτῳ περὶ ὕλης, ἐπίφυσιν ἀνώμαλον
13
καὶ ὀχθώδη, περὶ τὸ τῆς μυρσίνης πρέμνον. ὅ γε
14
μὴν Ἱπποκράτης τὸν καρπὸν οὕτως ὀνομάζει ἐκ τοῦ φυτοῦ,
15
ὅπερ αὐτός φησιν ὑπὸ ἑτέρων ὠνομάσθαι πέπερι.
16
Μύτις: καλεῖται μὲν οὕτως καὶ τὸ ἐν τῷ σηπίας στόματι
17
μέλαν, ἀλλὰ καὶ ἰχθύς τις ὑπὸ τοῦ Ἱπποκράτους δηλοῦται.
18
1
μυττωτόν: ὑπότριμμα, Διοσκουρίδης εἶναί φησι σκορόδων.
2
ἢ κρομμύου.
3
μώλυζα: σκόροδον ἁπλῆν τὴν κεφαλὴν ἔχον καὶ μὴ διαλυομένην
4
εἰς ἄγλιθας· τινὲς δὲ τὸ μῶλυ.
5
μωλυόμενα: κατὰ βραχὺ ἀπομαραινόμενα.