Λ.
18
Λαβή: ἐπισημασία· μάλιστα δέ ἡ ἐκ περιόδου.
1
λαγνείη: δηλοῖ ποτε καὶ αὐτὸ τὸ σπέρμα, ὡς ἐν τῷ περὶ
2
παίδων φύσεως· οὕτως δὲ καὶ τὸ λάγνευμα.
3
λαγώπυρος: ἡ λαγονάτη καλουμένη βοτάνη.
4
λαμπτήρ: ὃν οἱ πολλοὶ φανὸν ὀνομάζουσιν, ἐν τῷ δευτέρῳ
5
περὶ νούσων τῷ μείζονι· παρὰ μέντοι τοῖς ἄλλοις καὶ μάλιστα
6
τοῖς Ἀττικοῖς, ἐν ᾧ ξύλα τε κατεκαίετο παρέξοντα
7
φῶς· ἀλλὰ καὶ ὁ δάδος καὶ ὁ λύχνος ἐστὶν ὅ τε λαμπτὴρ
8
ὀνομάζεται.
9
λαπαχθῆναι: κυρίως μὲν τὸ κενωθῆναι, διὰ τοῦτο δὲ καὶ
10
τὸ μαλαχθῆναι.
11
λαμπηρά: τὰ ἀφρώδη· λάμπει γὰρ ὁ ἀφρός.
12
λάσιον: σινδόνην.
13
λεβηρίδα: τὸ τοῦ ὄφεως γῆρας. ἔνιοι δὲ κόγχην κενήν.
14
λέγνα: τὰ ἄκρεα τοῦ στομίου τῆς ὑστέρας ἐκ μεταφορᾶς·
15
οὕτως γὰρ τὰ περὶ τὰς ὤας καλεῖται τῶν ἱματίων· ὀνομάζει
16
δὲ ἀλλαχόθεν τὰ ἄκρεα ταῦτα καὶ ἀμφίδεα.
17
λέκιθον: φακῶν τὸ ἔνδον τοῦ λέπους.
1
λεπάδες: αἱ ταῖς πέτραις προσεχόμεναι κόγχαι.
2
λεπτά: οὕτως ἐνίοτε καλεῖ τὰ ἀραιὰ, ὡς ἐν τῷ περὶ τόπων
3
τῶν κατ’ ἄνθρωπον.
4
λευκὴν ῥίζαν: τὴν τοῦ δρακοντίου.
5
λευκοΐου καρπόν: τὸ τοῦ ἰοῦ λευκοῦ σπέρμα φησὶν οὕτως
6
εἰρῆσθαι ὁ Διοσκουρίδης.
7
λεῶς: παντελῶς, ἅπαν.
8
λιβανωτοῦ καρπόν: αὐτὸν ἴσως τὸν ὀνομαζόμενον οὕτως λιβανωτὸν,
9
ἐπεὶ τό γε σπέρμα τοῦ φυτοῦ οὐ γινώσκομεν εἰς
10
χρῆσιν ἀγόμενον.
11
λιβηρῷ: ὑγρῷ.
12
λίβος: ἐπίσταγμά τι τῶν ὀμμάτων ἐγχυματιζόμενον, γέγονε
13
δὲ ἀπὸ τοῦ λίβειν, ὃ κυρίως δοκεῖ τὸ στάζειν δηλοῦν.
14
λιγνυώδης: ἡ μελαίνουσα, καὶ γὰρ ἡ λιγνὺς μέλαινα.
15
λίθον μέλανα: ὃν καὶ μυλίτην ὀνομάζουσι κόχλακα.
16
λιμακώδεις: οἱ ὑγροὶ καὶ βοτανώδεις.
17
λίπα: τὸ ἔλαιον· ἐν δευτέρῳ τῶν γυναικείων.
1
λίριον: τὸ κρίνον· τὸ δ’ ἔλαιον τὸ ἀπ’ αὐτοῦ οἱ μὲν λίρινον
2
μετὰ τοῦ ν γράφουσιν, οἱ δὲ χωρὶς τοῦ ν λίριον·
3
καλεῖται δὲ οὐ μόνον κρίνινον, ἀλλὰ καὶ σούσινον καὶ
4
ἀνέθινον.
5
λοῦν: οὐ μόνον τὸ λούειν, ἀλλὰ καὶ τὸ αἰονᾷν· οὕτως δὲ
6
καὶ τὸ λοῦσθαι δύο σημαίνει παρ’ αὐτῷ· καὶ τὰ ἄλλα τὰ
7
ὅμοια.
8
λυπρά: ψιλὰ καὶ ξηρὰ χωρία.
9
λύσιας: διαστάσεις καθ’ ἃς ἀπολέλυται ἀλλήλων τὰ ἄρθρα.
10
λυῶδες: παρακοπτικόν.