Ρ.
4
Ῥαγεῖσα: δηλοῖ ποτε καὶ τὸ ἀθρόως ὁρμήσασα, ὡς ἐν τῷ
5
δευτέρῳ περὶ νούσων τῷ μείζονι, ἀλλὰ καὶ ἡ αἱμοῤῥαγία
6
αὕτη παρὰ τοῦτο συγκεῖται.
7
ῥαιβοειδέα: καμπύλον.
8
ῥᾷον: ἑτοιμότερον καὶ εὐχερέστερον, ἔνιοι μέντοι τὸ εὐφορώτερον
9
ἤκουσαν.
10
ῥαφίῳ: τῷ κεντηρίῳ, ᾧ διακεντοῦντες οἱ τεχνῖται τῶν τοιούτων
11
ἐπιτηδείους ὀπὰς τῇ τοῦ λίνου διέρσει παρασκευάζουσι.
12
13
ῥέγξιν καὶ ῥέγκος: ὠνοματοπεποίηται παρὰ τὸν γινόμενον
14
ψόφον, ὥσπερ καὶ τὸ ῥέγκειν.
15
ῥέμβει: πλανᾶται.
16
ῥέμβην: πλάνην. καί τινα ἄλλα παρὰ τὸ ῥέμβεσθαι.
17
ῥηγῇσι: σχίσμασι, ῥήγμασι.
1
ῥημέσιν: ἄρνασι.
2
ῥίνεσιν: ἀρνείοις.
3
ῥήνικας: ἀρνακίδας.
4
ῥηνός: ἀρνός.
5
ῥηχίῃσι: οἷον πλημμυρῇσι. καὶ γὰρ καὶ ἡ ῥηχίη οἷον πλημμύρα
6
τίς ἐστιν.
7
ῥίζα: οὕτως καλεῖται βοτάνιόν τι ἄκαυλον καὶ ἀνανθές
8
καὶ ἄκαρπον ἔχον τρία φύλλα κατὰ πάντα προμήκη,
9
κατὰ τῆς γῆς κείμενα, δυοῖν δακτύλοιν τὸ μέγεθος, ἐοικότα
10
τοῖς τῆς ἀγχούσης, ῥίζαν δὲ λεπτὴν ἀσθενῶς καθαίρουσαν.
11
12
ῥίζαν λευκήν: τὴν τοῦ δρακοντίου.
13
ῥικνόν: ῥυσόν.
14
ῥοικά: καμπύλα.
15
ῥόμματος: ῥοφήματος ἢ ῥοφήσεως.
16
ῥόα: τὰ ἐκ τῆς συκαμίνου μόρα τὰ ἄωρα ξηρανθέντα καὶ
17
κοπέντα τοῖς ὄψοις ἐπιπάττεται, καθάπερ καὶ ὁ κυρίως
18
ὀνομαζόμενος ῥοῦς, ὡς καὶ ὁ Διοσκουρίδης ἐν τῷ πρώτῳ
19
περὶ ὕλης λέγει.
1
ῥοπτῶν: ῥοφημάτων ἢ πάντων τῶν ὁπωσοῦν ῥοφουμένων.
2
ῥύματα: παρὰ τὸ ῥύεσθαι, τὰ βοηθήματα.
3
ῥωγματίης: ὁ ἐῤῥωγός τι τῶν ἐντὸς ἔχων, ὃν δὴ
4
καὶ ῥηγματίαν ὀνομάζει.