Β.
14
Βάχαρις: Λύδιόν τι μύρον.
15
βαλβίς: κοιλότης παραμήκης.
1
Βαλοῖος: ὁ ἀπὸ Βαλοίας πόλεως Μακεδονικῆς.
2
βδέλλῳ: ἐν τῷ μείζονι προῤῥητικῷ καὶ δευτέρῃ πρός τινων
3
ἐπιγραφομένων τὴν κιρσώδη φλέβα φησὶν οὕτως ὠνομάσθαι
4
Διοσκουρίδης· ἐμοὶ δὲ δοκεῖ κυρίως εἰρῆσθαι τοὔνομα
5
κατ’ αὐτοῦ τοῦ ζώου· καὶ γὰρ παρέτυχόν ποτε τούτου
6
κατὰ τὸ βιβλίον ἐκεῖνο λεγομένου καὶ ἀπορουμένων
7
γε πολλῶν ἐπὶ τῶν γινομένων, προέγνων ἐγὼ μόνος ἐκ
8
τοῦ γράμματος ὁρμηθεὶς τἀληθές.
9
βηκείοις: προβατίοις.
10
βησσιακή: τῇ ἀπὸ βησσῶν ἐν Θράκῃ.
11
βλακεύειν: ὀλιγωρεῖν.
12
βλαβεραί: ὑγραὶ, μυξώδεις.
13
βληχρόν: ὄσπριόν τι ὃ καὶ βλήχιον γράφεται.
14
βοάνθεμον: τὸ βούφθαλμον, τὸ δὲ αὐτὸ καὶ χρυσάνθεμον
15
ὀνομάζεται.
16
βόλβιον: οἷόν ἐστι τὸ αὐτὸ, Ἱπποκράτης ἐν τῷ δευτέρῳ
17
τῶν γυναικείων διδάσκει· κακῶς οὖν τινες τὸν νάρκισσον
18
ᾠήθησαν δηλοῦσθαι διὰ τὸν βολβόν.
1
βολβιτία: τὰ ὑπὸ τῶν πολλῶν βομβύλια προσαγορευόμενα,
2
γένος δέ ἐστι τοῦτο μικρῶν πολυπόδων.
3
βόλιτον: βόλβιτον.
4
βομβύλιον: ἔκπωμά τι στενὸν ἔχον τὸ στόμα ἢ πῶμα
5
παρὰ τὸ βομβεῖν ὠνομασμένον.
6
βοὸς θαλασσίου: σελαχώδης ἐστὶν ὁ ἰχθῦς οὗτος.
7
βοτράχου: τοῦ βατράχου λέγει, τινὲς δὲ ἄντικρυς βατράχου
8
γράφουσι.
9
βουβάλιος: σίκυς ἄγριος.
10
βουκέρας: ἡ τῆλις. Μενηθεὺς ἐν ταῖς ὀνομασίαις τῶν φαρμάκων
11
καὶ τὴν ἀναγαλλίδα οὕτως προσαγορεύεσθαί φησι.
12
βούπρηστις: τὸ τε ζῶον τὸ τῇ κανθαρίδι παραπλήσιον
13
ἔστι δὲ καί τι λάχανον ἄγριον, οὗ μέμνηται Διοσκουρίδης
14
ἔν τε τῷ πρώτῳ τῶν ὑγιεινῶν καὶ ἐν τῷ περὶ λαχάνων.
15
16
βρῆγμα: τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐν τῷ πρώτῳ περὶ
17
νούσων τῷ μείζονι· καὶ βρήσσειν τὸ μετὰ βηχὸς ἀναπτύειν·
18
ἔνιοι ταῦτα χωρὶς τοῦ ρ γράφουσι.
1
βρόγχης: τῆς χονδρώδους ἀρτηρίας.
2
βρυγμός: ὁ ἀπὸ τῶν ὀδόντων συγκρουομένων ψόφος· καὶ
3
βρύχειν τὸ οὕτως ψοφεῖν.
4
βύζην: ἀθρόως ἢ πυκνῶς.