ΓΑΛΝΟΥ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΓΑΩΣΣΩΝ ΕΞΗΣΙΣ.
1
Προοίμιον.Τὰς παρ’ Ἱπποκράτει γλώσσας, ὦ
2
Τεῦθρα, βουληθέντι σοι διὰ βραχυτάτων ἡμᾶς ἐξηγήσασθαι,
3
προθύμως ὑπήκουσα τοῖς τοιούτοις ἐπιθυμήμασιν ὑπηρετεῖσθαί
4
τε κάλλιστα κάλλιστον εἶναι νομίζων. ἔσται δὲ, ὡς
5
αὐτὸς ἐκέλευσας, ἡ τάξις τῷ λόγῳ κατὰ τὴν τῶν γραμμάτων
6
τάξιν, ἀφ’ ὧν αἱ γλῶτται τὴν ἀρχὴν ἔχουσι, πρότερόν
7
γε διορισαμένοις ἡμῖν ὅπη διαφέρει τοῦ πᾶσαν ἐξηγήσασθαι
8
τὴν Ἱπποκράτους λέξιν τὸ τὰς γλώττας μόνας. ὅσα 19.63
1
τοίνυν τῶν ὀνομάτων ἐν μὲν τοῖς πάλαι χρόνοις ἦν συνήθη,
2
νυνὶ δ’ οὐκέτι ἐστὶ, τὰ μὲν τοιαῦτα γλώττας καλοῦσι καὶ
3
ταύτας ἐξηγησάμενος ἔρχομαι, τὰ δὲ ἄλλα πάντα ὅσα ζητήσεως
4
μὲν οὐχ ἥττονος προσδεῖται, συνήθη δέ ἐστιν εἰς
5
τάδε κατὰ τὰς τῶν συγγραμμάτων αὐτῶν ἐξηγήσεις ἄμεινον
6
ἐπισκοπεῖσθαι. τίς γὰρ ἡ κρίσις καὶ τί τὸ θεῖον καὶ τί
7
τὸ ἀρτίως καὶ τίς ἡ ἐπ’ ἄκρον εὐεξία καὶ πάνθ’ ὅσα τοιαῦτα
8
λόγου μὲν παμμήκους εἰς ἐξήγησιν δεῖται, συνήθη δέ ἐστιν
9
οὐδὲν ἧττον ἢ βίος καὶ βραχὺς καὶ τέχνη καὶ μακρὰ καὶ
10
καιρὸς καὶ ὀξὺς καίτοι καὶ τούτων ἔνια δεῖταί τινος ἐξηγήσεως·
11
ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἐπῆλθε τῶν ἅπασαν
12
ἐξηγεῖσθαι τὴν Ἱπποκράτους λέξιν ἐπαγγειλαμένων, εἰ μὴ
13
συνίασιν ὅτι πλείω παραλείπουσιν ὧν διδάσκουσι. πολλὰ
14
γοῦν βιβλία Διοσκουρίδης γράψας, οὐχ ὁ ἐπικληθεὶς Φακᾶς,
15
ὁ Ἡροφίλειος, ἀλλ’ ὁ νεώτερος ὁ κατὰ πατέρας ἡμῶν οὐχ
16
ὅπως τὸ ἥμισυ μέρος, ἀλλ’ οὐδὲ τὸ τρίτον ἢ τέταρτον ἐξηγήσατο 19.64
1
τῆς ὅλης λέξεως· τούτῳ μέν γε πρὸς τοῖς ἄλλοις
2
καὶ δύο ταῦτα ἐξ ἐπιμέτρου καθ’ ὅλον πεπλημμέληται τὸν
3
λόγον· ὀνομάτων τε σαφεστάτων μνημονεύειν μὴ ὅτι πολλῆς,
4
ἀλλὰ μηδὲ ἐλαχίστης ἐξηγήσεως δεομένων καὶ τούτων αὐτῶν
5
πλεονάκις. ταῦτά τε οὖν ἡμεῖς περιίδομεν καὶ πρὸς τούτοις
6
ἔτι τὸ διηγεῖσθαι τὴν ἰδέαν ἑκάστου φυτοῦ καὶ βοτάνης
7
καὶ τῶν μεταλλευομένων· ἤδη δὲ καὶ τῶν ἰχθύων καὶ τῶν
8
ζώων ὅλων ὅσων ἂν ἑκάστοτε τύχῃ μεμνημένος ὁ Ἱπποκράτης,
9
ἅπερ ὁ Διοσκουρίδης οὐκ αἰδεῖται μεταγράφων ἐκ τῶν
10
Νίγρου τε καὶ Παμφίλου καὶ Διοσκουρίδους τοῦ Ἀναζαρβέως
11
καὶ πρὸ τούτων Κρατεύα τε καὶ Θεοφράστου καὶ
12
Ἡρακλείδου τοῦ Ταραντίνου καὶ ἄλλων μυρίων· οὕτως δὲ
13
καὶ πόλεων ὀνόματα διηγεῖται γνωριμωτάτων καὶ ἄστρων
14
ὁμοίως ἐπιφανεστάτων, ἃ μηδὲ ἂν παῖς ἀγνοήσειε.
15
ταῦτα δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξηγησαμένων ἁμαρτάνουσιν.
16
εἰ τοίνυν ταῦτά τις περιέλοι πάντα, τὰς γλώττας ἂν 19.65
1
ἐξηγήσατο μόνας, ὥσπερ ὁ Ἡρόφιλος ἐποίησε καὶ Βακχεῖος,
2
Ἀριστάρχου τοῦ γραμματικοῦ τὸ πλῆθος αὐτῷ τῶν παραδειγμάτων
3
ἀθροίσαντος, ὥς φασιν. ἡμεῖς δὲ, ὡς οἶσθα,
4
πλείω κἀκείνων ἐκλείψαντες ἐν ὑπομνήμασιν ἔχομεν· ἃ τάχα
5
ἂν εί βουληθείης, καὶ αὐτὰ διὰ μακροτέρας διεξόδου συνθείημέν
6
σοι. νυνὶ δὲ τὸ κεκριμένον καὶ δι’ ἐκείνων τῶν
7
μακρῶν ὑπομνημάτων ἀποδεδειγμένον ἀξιώσαντί σοι διὰ
8
κεφαλαίων ἔχειν ὁ λόγος ὅδε σύγκειται περιέχων οὐ μόνον
9
ὅσα τοῖς ἄλλοις παλαιοῖς ὑπάρχοντα συνήθη τῶν ὀνομάτων
10
οὐκέτι ἐστὶν ἐν ἔθει νῦν, ἀλλὰ καὶ ὅσα κατὰ τινα τρόπον
11
ἴδιον αὐτὸς ἐποίησεν ὁ Ἱπποκράτης ἢ μετενεγκὼν ἀπὸ τοῦ
12
συνήθους ἢ σχῆμα περιθεὶς ἕτερον ἢ τὸ σημαῖνον ὑπαλλάξας.
13
ὅτι γὰρ ἐποίουν οἱ παλαιοὶ πολλὰ τῶν ὀνομάτων αὑτοῖς
14
δέδεικται μὲν ἱκανῶς καὶ πρὸς Ἐρατοσθένους ἐν τοῖς
15
περὶ ἀρχαίας κωμῳδίας, δείξαιμι δὲ ἄν σοι κἀγὼ νῦν διὰ
16
βραχέων, ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γινώσκειν
17
ἐναργέστερον, οἷον μέν τι ἡ γλῶττά ἐστιν, οἷον δέ τι καὶ
18
τὸ παραπλήσιον αὐτῇ, τὸ γεγονὸς ὑπό τινος τῶν 19.66
1
παλαιῶν· νομίζω δή σοι τὰ ὑπὸ Ἀριστοφάνους ἀρκέσειν
2
τὰ ἐκ τῶν Δαιταλέων, ὧδέ πως ἔχοντα. πρὸς ταῦτα σοι
3
λέξων Ὅμηρε γλώττῃ τινι καλοῦσι κόρυκα. προβάλλει γὰρ
4
ἐν ἐκείνῳ τῷ δράματι ὁ ἐκ τοῦ δήμου τῶν Δαιταλέων
5
πρεσβύτης τῷ ἀκολάστῳ υἱεῖ πρῶτον μὲν τὰ κόρυκά τί
6
ποτ’ ἐστὶν ἐξηγήσασθαι, μετὰ δὲ τοῦτο τί καλοῦσιν ἀμενηνὰ
7
κάρηνα· κακεῖνος μέντοι ἀντιπροβάλλει τὴν ἐν τοῖς Σόλωνος
8
ἄξοσι γλῶτταν, εἰς δίκας διαφέρουσας ὡδί πως· ὁ μὲν
9
οὖν σὸς, ἐμὸς δὲ οὕτος ἀδελφὸς, φρασάτω τί καλοῦσιν
10
ἰδοῦσί τε. ἐφεξῆς προβάλλει τί ποτέ ἐστι τὸ εὖ ποιεῖν. ἐξ
11
ὧν δῆλον ὡς ἡ γλῶττα παλαιόν ἐστιν ὄνομα τῆς συνηθείας
12
ἐκπεπτωκός. ὅτι δὲ καὶ αὐτὸς ἕκαστος τῶν περὶ λόγους
13
ἐχόντων ἠξίου ποιεῖν ὀνόματα καινὰ δηλοῖ μὲν καὶ Ἀντιφῶν
14
ἱκανῶς, ὅς γε ὅπως αὐτὰ ποιητέον ἐκδιδάσκει, δηλοῖ
15
δὲ καὶ αὐτὸς οὕτος ὁ Ἀριστοφάνης ἐν ταὐτῷ δράματι διὰ
16
τῶνδε, ἅλις ὀρέλη καὶ μύρον καὶ ταινίαι. εἶτα ὁ πρεσβύτης
17
ἐπισκώπτων, ἥδουσ’ ὀρέλη· τοῦτο παρὰ Λυσιστράτου. πάλιν
18
δὲ αὐτοῦ τοῦ ἀκολάστου υἱέως εἰπόντος, ἡμῶν ἴσως οὐ 19.67
1
καταπληγήσῃ τῷ χρόνῳ· καὶ τοῦθ’ υἱοῦ ο πρεσβύτης ἐπισκώπτων
2
ἐρεῖ, τὸ καταπληγήσῃ τοῦτο παρὰ τῶν ῥητόρων.
3
εἶτ’ αὖθις ἐκείνου φάντος, ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ
4
ῥήματα, πάλιν ὁ πρεσβύτης καὶ τοῦτο σκώπτει, παρ’ Ἀλκιβιάδου
5
τοῦτο ἀποβήσεται. καὶ μέν γε καὶ ὁ υἱὸς οὐδέπω
6
παυόμενος οὐδὲ αἰδούμενος τὸν γέροντά φησι, τί ὑποτεκμαίρῃ
7
καὶ κακοὺς ἄνδρας λέγεις καλοκἀγαθίαν ἀσκοῦντας.
8
εἶτα ὁ πρεσβύτης, οἶμαι, ὦ Θρασύμαχε, τίς τούτων τῶν
9
ξυνηγόρων σε ῥύεται. δῆλον οὖν ἐκ τούτων οἶμαί σοι γεγονέναι,
10
ὡς εἶπον, εἶναι τρόπον τῶν γλωττῶν ἢ τοῦ κοινοῦ
11
πᾶσιν ὀνόματος ἐκπεσόντος τῆς ἐπικρατούσης συνηθείας ἢ
12
τοῦ γενομένου πρός τινος τῶν παλαιῶν, μὴ παραδεχθέντος
13
ὅλως εἰς τὴν συνήθειαν. οὕτως οὖν καὶ Ἱπποκράτης τὰ
14
μὲν ἐκ τῶν ὄντων οὐ συνηθῶν ὀνομάτων παραλαμβάνει, τὰ
15
δὲ αὐτὸς ποιεῖ, τὰ δὲ καὶ τοῖς σημαινομένοις ὑπαλλάττει καὶ
16
δίκαιον ἕκαστον αὐτῶν ἡμᾶς ἐξηγεῖσθαι μετὰ τῶν γλωττῶν,
17
ὅταν γε φαίνηται τοῦ νῦν ἔθους ἐκπεπτωκός· οὕτως οὖν εἰ
18
καί τινος ὄνομα φυτοῦ καὶ ζώου καὶ πόλεως ἀσαφὲς ἱκανῶς 19.68
1
εἴη καὶ τοῦτό σοι ἐν ταῖς γλώτταις ἐξηγησόμεθα καὶ καθόλου
2
στοχασόμεθα, ὡς μή σοι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις
3
τοῖς τὰ πρῶτα γράμματα μεμαθηκόσι χρήσιμόν ἐστι
4
τὸ βιβλίον· εἰ δέ τις οὐκ οἶδε τί ποτ’ ἐστὶν, ἀνερήσομεν καὶ
5
ἀπὸ πρόσω καὶ ἄμφω καὶ ἀμφίεσμα καὶ τὰ ἄλλα ὅσα τοιαῦτα,
6
πρὸς Διοσκουρίδην τε καὶ τοὺς ὁμοίους ἀποπέμψομεν, ὡς
7
ἂν οὐκ ἀξιοῦντας οὐδὲ ταῦτα ἐκδιδάσκειν. διωρισμένου δὴ
8
σαφῶς τί μέν ἐστι γλῶττα, τί δὲ λέξις, εἰρημένου δὲ ὅτι
9
καὶ χωρὶς ἀποδείξεως αὐτὸ μόνον ἠξίωσα γραφῆναί σοι,
10
τὸ κεκριμένον τε καὶ ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ἐπὶ
11
τὴν ἐξήγησιν ἤδη τῶν γλωττῶν ἀφιξόμεθα, πάντων τῶν
12
Ἱπποκράτει ἐπιγεγραμμένων βιβλίων ἐκλέγοντες αὐτὰς, οὐκ
13
ἐκ τῶν γνησίων μόνον· ὅτι δὲ πολλαὶ τῶν Βακχείῳ παραλελειμμένων
14
ἐνταῦθά εἰσι γεγραμμέναι καὶ ὅτι μηδεμίαν
15
ἡμεῖς γλῶτταν παρελίπομεν, αὐτὸ διδάξει τὸ βιβλίον, ὥσπερ
16
καὶ ὅτι κατὰ τὴν χρείαν τοῦ λόγου ποτὲ μὲν παραγράφομεν
17
αὐτὴν τὴν ῥῆσιν ἐξ ἧς ἂν ἐξηγησώμεθα τὴν γλῶτταν, 19.69
1
ἐν πλείστοις δὲ παραλείπομεν, ὅταν καὶ χωρὶς ἐκείνης ἐλπίζωμεν
2
ἔσεσθαι σαφῆ τὴν ἐξήγησιν.