Τ.
7
Τάμισον: πιτύαν.
8
τέγγειν: διαβρέχειν.
9
τελεῖν: ἀναλίσκειν, ὡς ἐν τῷ περὶ παθῶν λέγει.
10
τέλσον: τέλος καὶ ἔσχατον.
11
τέρμινθοι: οἱ τῷ τοῦ τερμίνθου καρπῷ παραπλήσιοι, κατὰ
12
τὸ δέρμα συνιστάμενοι παρὰ φύσιν ὄγκοι.
13
τέρθρον: κυρίως μὲν οὕτως ὀνομάζεται τὸ ἄκρον τῆς κεραίας
14
καὶ τέρθριοι οἱ κάλοι, ἐντεῦθεν ἐπὶ τὰ ἄκρα τοῦ
15
ἱστίου παρήκοντες. ὁ δ’ Ἱπποκράτης ἐν τῷ δευτέρω τῶν
16
γυναικείων, ἐπὴν ἐνθάδε, φησὶ, τὸ τέρθρον ᾖ τοῦ πάθεος. 19.146
1
ἐν ἴσῳ τῷ, τὸ ἄκρον καὶ ἀνώτατον καὶ ἐπιμελείας μάλιστα
2
δεόμενον.
3
τετάρσωνται: πεπλάτυνται, ταρσὸς γὰρ πᾶν τὸ πεπλατυσμένον.
4
τετράγωνα βέλη: τὰ τέσσαρας ἔχοντα γλωχῖνας.
5
τετραγώνῳ: τινὲς μὲν ταῖς εὑρισκομέναις κατὰ τὸ στίμμι
6
πλαξὶ, τινὲς δὲ αὐτὸ τὸ στίμμι.
7
τετρεμαίνει: τρέμει.
8
τέτρομος: τρόμος ῥιγώδης.
9
τέως: τὸ ἕως καὶ τὸ τηνικαῦτα καὶ τὸ πρότερον.
10
τηλέφιον: εἶδος βοτάνης, ὅπερ καὶ ἀείζωον ἄγριον καὶ ἀνδράχνην
11
ἀγρίαν ὀνομάζουσι, Ῥωμαῖοι δὲ ἰλλεκέβραν.
12
τὴν ἐν τῶ ἀλεύρῳ βοτάνην ῥοφέονται: τὴν λινόζωστιν ἔοικε
13
λέγειν, ἐπειδὴ καὶ ἀλλαχοῦ ἔφη, ῥοφήσαντα δὲ λινόζωστιν.
14
τομεῖον: τομεὺς καλεῖται σιδηροῦν ἐργαλεῖον δίχειλον, ᾧ οἱ
15
χαλκεῖς πρὸς ἄλλα τέ τινα καὶ πρὸς τὸ ἀναβάλλειν καὶ
16
μοχλεῦσαι ἥλους χρῶνται.
1
τοξεύματα: βέλη.
2
τορνεύματα: ξύσματα.
3
τροφείς: εὔτροφος, παχύς.
4
τροφιῶδες: ἔχον ἐμφερόμενά τινα πεπηγότα παρὰ τὸ τρέφεσθαι,
5
ὅ ἐστι τὸ πήγνυσθαι.
6
τροχοί: δρόμοι.
7
τρυχνοῦν, καταπονεῖν, ἰσχναίνειν.
8
τρώειν: τιτρώσκειν, ἀποσχάζειν, ὡς ἐν τῷ δευτέρῳ τῶν
9
γυναικείων.
10
τρωθῇ: βλαβῇ, κακωθῇ, καὶ τρῶμα ἡ βλάβη.
11
τρώσκεσθαι: ἐκτιτρώσκειν.
12
τρωκτοῖσιν: ὠμοῖς ἐσθιομένοις.
13
τύρσιν: πύργον καὶ μάλιστα τὸν ἐν τοῖς τείχεσι.
14
τυφώδης: ἐνεὸς, καθεζόμενος.
15
τυφωμανίη: μικτὸν ἐκ φρενίτιδος καὶ ληθάργου πάθημα.