Θ.
8
Θαλερὸν πνεῦμα: θερμὸν ὡς ἀπὸ ἡλίου· παρὰ γὰρ τὸ θέρεσθαι
9
γέγονε τοὔνομα.
10
θέρετρον: τόπος ἐνδιατρίβειν θέρους ἐπιτήδειος· ἔνιοι δὲ
11
θέντρον γράφουσι.
12
θημών: ὁ σωρός.
13
θηρίον: τήν τε ἕλμινθα καὶ τὸ ἄγριον ἕλκος, ὡς ἐν τῷ
14
περὶ τόπων τῶν κατὰ ἄνθρωπον· θηρίον ἐπὶ τὸ σῶμα
15
ἐπέρχεται διὰ τόδε· καὶ ὁπόταν ἀφίκηται ὁ ἰχὼρ ἀποῤῥέων,
16
σήπει καὶ μετεωρίζει· ἐν μέντοι τῷ περὶ χυμῶν
17
ὅθεν ἀλθαίνεται προειπών· εἶτα ἐν τοῖς ἄλλοις καὶ τὸ 19.104
1
θηρίον εἰπὼν, τὰ ἐν τοῖς ἐντέροις συνιστάμενα, δηλοῖ τὰς
2
ἕλμινθας δηλονότι καὶ τὰς ἀσκαρίδας· ὥσπερ καὶ ὅταν
3
εἴπῃ, φθινοπώρων τὸ θηριῶδες, ἀπό τινος τῶν εἰρημένων
4
ὀνομάζει· δοκεῖ δὲ ἐνίοτε καὶ τὸ φθινῶδες οὕτως
5
προσαγορεύειν.
6
θλάστην: τὸν ἐμβρυοθλάστην, ὅπερ καὶ πίεστρον καλεῖται,
7
τοὔνομα ἐν πρώτῳ τῶν γυναικείων.
8
θλασπόσιος: ἀντὶ τῆς θλάσπεως τῆς οὕτως ὀνομαζομένης
9
βοτάνης.
10
θολερὸν πνεῦμα: μέγα καὶ δεδιωγμένον.
11
θράνον: δίφρον ἀμφοδευτικόν.
12
θράσσεται: νύσσεται, κεντᾶται.
13
θρίξ: γράφεται δὲ καὶ τρίξ· τρίχας δὲ καλοῦσιν οἱ θύται,
14
ἐπειδὰν φανῇ κατὰ τὰ σιμὰ τοῦ ἥπατος ἐπὶ τοῦ δεξιοῦ
15
λοβοῦ φλέβιον στενὸν, εὐθὺ, μέλαν.
16
θύη: θυμιάματα, ἀρώματα.
17
θύματα: θυμιάματα.
18
θυμβραίαν: οὕτως ὀνομάζει τὴν θύμβραν.
1
θύμου: τοῦ ἀπὸ Θύμων· ἔθνος δέ ἐστι τοῦτο Θρᾳκικόν.
2
θώρηξις: οἴνωσις, ἤτοι ἡ μέθη.