Γ.
6
Γαλιάγκωνες: οἱ σμικρὸν μὲν καὶ ἄτροφον ἔχοντες τὸν βραχίονα,
7
τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀγκωδέστερα, ὥσπερ καὶ
8
αἱ γαλαῖ· οἱ δὲ φάσκοντες γαλλὸν τὸ χολὸν ὀνομάζεσθαι
9
καὶ διὰ τοῦτο συγκεῖσθαι τοὔνομα, τάχα ἂν δόξειαν παρακούειν·
10
οὐ γὰρ γαλιάγκωνας, ἀλλὰ γαλλοβραχίονας
11
ἐχρῆν αὐτοὺς ὀνομάζεσθαι.
12
γαμψούς: καμπὰς ἔχοντάς τινας.
13
γαυσός: κυρτὸς εἰς τὰ ἔξω.
14
γιγγλύματα: ἀντεμβαίνουσιν εἰς ἀλλήλους, ὥσπερ καὶ ἐν
15
ταῖς θύραις οἱ γιγγλυμοί.
16
γῇ σμηκτίδι: τῇ κιμωλίᾳ.
17
γῇ κεραμίτιδι: τῇ ἀργίλῃ.
1
γῇ χαλκίτιδι: οὐδὲν πλέον δηλοῖ τοῦ χαλκίτεως.
2
γήχυτον: τὸ ἔξωθεν μέρος τῆς γῆς τὸ μαλακὸν καὶ ἥκιστα
3
λιθῶδες.
4
γλαμυροί: γλημώδεις καὶ ὑγροί.
5
γλοιάζειν: τὸ ἐπιμύοντας παραδίνειν τοὺς ὀφθαλμοὺς καὶ
6
τὸ γλοιωδῶς ἀνάλογον, ὡσεὶ καὶ νυστακτικῶς ἔλεγον.
7
γλυκύμης βοτάνης: τῆς γλυκυῤῥίζης καλουμένης.
8
γόγγρωνα: βρογχοκήλην ἀπὸ τῶν ἐν τοῖς πρέμνοις τῶν δένδρων
9
ἐπιγινομένων στρογγύλων ἐξοχῶν, ὡς καὶ Θεόφραστος
10
ἐν τῷ πρώτῳ περὶ φυτῶν ὡδὶ λέγων· ἔνια δὲ καὶ
11
ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον
12
οἷον ἡ ἐλαία.
13
γογγύλιον: στρογγύλον· καὶ γογγυλίδια τὰ σμικρὰ σφαιρία
14
ὡσπερεὶ καταπότια.
15
γριφόμενα: ἐπανειλούμενα παρὰ τὸν γριφὸν τὸ ἁλιευτικὸν
16
δίκτυον.