Ο.
6
Ὄα: τὰ πρὸς τῶν πολλῶν οὖα καλούμενα.
7
οἰναρίῳ: ἀμπέλῳ.
8
οἰναρίδων: ἀμπέλου κλημάτων.
9
οἴσπη αἰγός: ὁ παρὰ ταῖς θριξὶ τῆς αἰγὸς ἐγγινόμενος ἐν
10
τῇ ἕδρᾳ ῥύπος καὶ μάλιστα ταῖς κατὰ τὴν ἕδραν συνιστάμενος
11
ῥύπος.
12
οἰσοφάγος: ὁ τῆς γαστρὸς στόμαχος, οἷον εἰσοφάγος τις ὤν.
13
οἰσυπίδας: προβάτου ῥύπον, ἤγουν ἔριον ῥυπαρόν.
14
οἰσυπίδες: προβάτου ῥύποι συνεστραμμένοι, δηλοῖ δὲ καὶ
15
ἐρίου ῥυπαροῦ μαλίον.
16
ὄκρις: ἐξοχὴ προμήκης.
1
ὀλερόν: δυσῶδες ἢ μέλαν, ἀπὸ τοῦ τῶν σηπιῶν ὅλου.
2
ὀλισθράζοντα: ὀλισθαίνοντα.
3
ὀλοκωνίτης: βοτάνη τις ἀγρία λαχανώδης.
4
ὄλον: τὸ μέλαν τῆς σηπίας.
5
ὀλώδεα: θολερὰ ἢ μέλανα.
6
ὀλοφλυκτίδες: φλύκταιναι.
7
ὀνεύεσθαι: ἤγουν δι’ ὄνων ἐπιστροφῆς τείνειν. ὄνοι δὲ καὶ
8
ὀνίσκοι οἱ ἄξονες. γράφεται δὲ κατονεύεσθαι.
9
ὅπλα: κάλοι ἀπὸ στύπου ἢ λίνου ἢ καννάβεως.
10
ὀπός: τοῦ σιλφίου κατ’ ἐξοχὴν, ὥσπερ καὶ καυλός. καλεῖ δὲ
11
σίλφιον τὴν ῥίζαν μόνην.
12
ὀποῦ καρπόν: σιλφίου σπέρμα, ὅπερ καὶ φύλλον ἑνικῶς καὶ
13
μαγύδαρις ὑπό τινων καλεῖται.
14
ὀργάσασθαι: ἀναμίξαι, συγκεράσαι.
15
ὀρθοπρίονι: τῇ χοινικίδι.
16
ὀροκωνίτιδος: ἑτέρα γραφὴ τῆς ὀλοκωνίτιδος, περὶ ἧς ἔμπροσθεν
17
εἴρηται. φησὶ δὲ Διοσκουρίδης τὴν ἐν ὄρει γενομένην
18
ὀροκωνίτιδα ὀνομάζεσθαι.
1
ὀῤῥωδέων: τῶν ἄχρι τοῦ ὄῤῥου ἐκτεινομένων.
2
ὄῤῥος δὲ τοῦ ἱεροῦ ὀστέου τὸ πέρας, ὅπερ καὶ ὀῤῥοπύγιον
3
καλεῖται.
4
ὄρχεα: ὄσχεος.
5
ὀσχίῳ: τῇ περὶ τὸ στόμα τῆς μήτρας ἑλικοειδεῖ ἐπαναστάσει·
6
ὄσχος γὰρ καὶ μόσχος τὰ κλήματα καὶ αἱ ἕλικες·
7
τὸ δὲ αὐτὸ καὶ ἀμφίδεον ὀνομάζει καὶ λέγνα.
8
ὀτίδος: τοῦ ὀρνέου, ὃ Ἀριστοτέλης ὠτίδα διὰ τοῦ ω καλεῖ,
9
Ξενοφῶν δὲ ἐν τῷ πρώτῳ Κύρου ἀναβάσεως ὀτίδα διὰ
10
τοῦ ο γράφει.