Ι.
4
Ἰδνοῦται: λοξοῦται, συνιζάνει.
5
ἰθαγενὲς: τὸ γνήσιον, καθάπερ φησὶν ὁ σοφὸς, ἀλλά με ἶσον
6
ἰθαγενέσιν ἐτίμα.
7
ἵκταρ: ἐγγὺς, παρὰ γοῦν τοῖς Ἀττικοῖς· παρὰ δὲ τῷ
8
Ἱπποκράτει ἐν δευτέρῳ τῶν γυναικείων τὸ τῆς γυναικὸς
9
αἰδοῖον καλεῖται.
10
ἰλλαίνειν: διαστρέφειν τοὺς ὀφθαλμούς.
11
ἱμερωθεῖσαι: ἀνδρὶ μιγεῖσαι, ἀντὶ τοῦ τῆς ἐπιθυμίας τυχοῦσαι·
12
ἀνδρὶ μιγεῖσαι.
13
Ἰνδικόν: οἱ μὲν γράψαντες τὰς ὀνομασίας τῶν φαρμάκων,
14
καθάπερ Μενεσθεύς τε καὶ Ἀνδρέας ὁ τοῦ Χρύσαρος
15
καὶ Ξενοκράτης καὶ Διοσκουρίδης ὁ Ἀλεξανδρεὺς Ἰνδικὸν
16
ὀνομάζουσι τὸ ζιγγίβερι, πλανηθέντες ἐν τοῦ τινας οἴεσθαι
17
ῥίζαν αὐτὸ τοῦ πεπέρεως ὑπάρχειν· ἀλλὰ Διοσκουρίδης 19.106
1
ὁ Ἀναζαρβεὺς σαφῶς διώρισέ τε καὶ ἀπεφήνατο
2
περὶ ζιγγιβέρεως καὶ πεπέρεως· ὁ τοίνυν Διοσκουρίδης
3
ὁ νεώτερος ὁ γλωττογράφος, φυτὸν εἶναί φησιν ἐν Ἰνδίᾳ
4
παραπλήσιον τῷ τοῦ πεπέρεως, οὗ ὁ καρπὸς ὀνομάζεται
5
μυρτίδανον ὅτι μύρτῳ ἔοικεν.
6
ἰνέει: κενοῖ· καὶ ἰνηθμὸς, κένωσις· καὶ ἰνεῖται, κενοῦται.
7
ἰξάλην: τελείου αἰγὸς δέρμα.
8
ἰξίαι: κιρσοί.
9
ἴξιν: εὐθυωρίαν ἢ ἄφιξιν.
10
ἰξίον: φύλλον τοῦ λευκοῦ χαμαιλέοντος.
11
ἰξύας: τὸ μεταξὺ τῶν ἰσχίων καὶ τῆς ὀσφύος.
12
ἴπος: ἡ πόσις ἐν μοχλικῷ.
13
ἱππόφεως: τοῦτο οὐ μόνον ἱπποφαὲς ὀνομάζεται· ἀλλὰ καὶ
14
κνάφον καὶ στύβον.
15
ἰσεννύουσαι: ἰσάζουσαι, μεσήλικες οὖσαι.
16
ἰσάλλην: διφθέραν, δέρμα.
17
ἰσχαλέαι: ἰσχναί· καὶ ἰσχαλέον τὸ ἰσχνόν.
18
ἰχθυήματα: λεπίσματα φλοιῶν.
1
ἰχθύην: ῥίνης θαλαττίας δέρμα ξηρόν· δύναται δὲ καὶ τὸν
2
σιδηροῦν ὄνυχα δηλοῦν, ᾧπερ εἰς τὰς ἐμβρυουλκίας καὶ
3
ἐμβρυοτομίας χρώμεθα, διὰ τὴν πρὸς τὰς λεπίδας τῶν
4
ἰχθύων ὁμοιότητα.