Κ.
6
Καθαπτόμενοι: αἰσθανόμενοι σφοδρῶς.
7
καθετῆρι: τῷ στρεπτῷ μοταρίῳ ἀπὸ τοῦ καθίεσθαι, ἐν
8
δευτέρῳ γυναικείων, μοτοῦν ὠμολίνων καθετῆρι.
9
κακαγγελίη: κακορημοσύνη, κακολογία.
10
κακοήθεα: κακοήθη.
11
κακοσινώτατα: ἐπιβλαβέστατα.
12
καλλίφυτον: ὅπερ καὶ καλλίτριχον καὶ ἀδίαντον ὀνομάζεται.
13
καλλιωνύμου: ἰχθύος τινὸς οὕτως ὀνομαζομένου.
14
κάμμορον: τό τε τῇ σμικρᾷ καρίδι ἐοικὸς ζῶον καὶ ἀπὸ τῆς
15
πρὸς τοῦτο τῶν ῥιζῶν ὁμοιότητος τὸ ἀκόνιτον, ἀλλὰ οὐδέτερον
16
αὐτῶν ἀκοῦσαι δυνατὸν ἐν τῷ περὶ τόπων τῶν 19.108
1
κατὰ ἄνθρωπον, καυσομένων, παραλαμβανομένου τοῦ καμμόρου·
2
ὅθεν καὶ Ἐρωτιανὸς οὐ μόνον αὐτὸ τὸ ζῶον κάμμορον,
3
ἀλλὰ καὶ τὸ περικείμενον αὐτῷ βρύον, οὕτως ὀνομάζεσθαί
4
φησι. Ζήνων δὲ ὁ Ἡροφίλειος τὸ κώνειον.
5
Ζεῦξις δὲ φάρμακον ψυκτικόν.
6
κανονίαι: ὀρθοὶ καὶ προσεσταλμένοι τὰς γαστέρας.
7
καρικόν: καρικόν τι ἔδεσμα οὕτως ὀνομάζει, οὗ καὶ τὴν
8
σκευασίαν ἐν τῷ περὶ ἑλκῶν γράφει.
9
καρυκοειδέα: ὕφαιμα· καλοῦσι δὲ αὐτὸ ἰδίως οἱ ἰατροί.
10
καρύκη: Λύδιον ἔδεσμα ποικίλον, ἐξ αἵματος σκευαζόμενον.
11
12
καρχήσιον: τῷ ἐπ’ ἄκρῳ τῷ ἱστίῳ τῷ ἔχοντι τροχηλίαν·
13
καὶ καρχήσιοι ἐπ’ αὐτοῦ κάλοι οἱ τεταμένοι.
14
καταβλακεύουσιν: κατολιγωροῦσι.
15
κατάβλημα: περίβλημα ἐξ ἐπιμελήσεως, ἕνεκα τοῦ σφύγγειν
16
τὰ ὑποκείμενα.
17
καταγυιοῖ: εἰς ἔσχατον ἀχρηστίας ἢ ἀσθενείας ἄγει.
18
κατακορέα: καλεῖ μὲν οὕτως καὶ τὰ ἀκρατοχολῆ διαχωρήματα
19
καὶ στήθεα κατακορέα, τὰ τοῦ τοιούτου χυμοῦ 19.109
1
γεννητικά· τινες μέντοι τὰ λάσια ἤκουσαν. ἀλλὰ καὶ κατακορεῖς
2
ἀνθρώπους ὁμοίως ὀνομάζει· φάρμακον μέντοι
3
κατακορὲς ἢ διὰ τὸν κενούμενον ὑπ’ αὐτοῦ χυμὸν ἢ διὰ
4
τὴν ἰδίαν χρόαν· ὀνομάζει δὲ καὶ δίψαν που κατακορῆ,
5
τὴν ἤτοι διὰ τὸν τοιοῦτον χυμὸν γεγονυῖαν σφοδρὰν ἢ εἰς
6
ἄκρον ἐπιτεταμένην, ὥσπερ οὖν καὶ ἐκλύειν κατακορεῖν.
7
κατακούρην: τοῦ ξυροῦ τὴν τομὴν, οὕτως ἄμεινον γράφειν
8
ὁ Διοσκουρίδης φησὶ, τὴν κατὰ κορυφὴν κουριδίην τομὴν
9
καὶ τὸ κείρειν ἐντεῦθεν· καὶ παρὰ τῷ Θεοφράστῳ ἡ
10
κουριζομένη ἐλάτη, ἀντὶ τῆς τεμνομένης.
11
κατακρούειν: κατασχίζειν.
12
καταλείφειν: καταχρίειν.
13
καταμώσας: καθεὶς ἕνεκα τοῦ ζητῆσαι· γέγονε γὰρ ἡ λέξις
14
παρὰ τὸ ματεύειν, ὥσπερ καὶ τὸ καταματούμενος.
15
καταναισιμοῦται: καταναλίσκεται.
16
κατάστημα: τὸ οἷον καταστήριγμα καὶ ἀπόσκημμα, ἐν τῷ
17
δευτέρῳ τῶν ἐπιδημιῶν· καὶ καταστῆσαι τὸ ἀποσκῆψαι.
1
καταφρονέοντα: τὸν ἀνετέως αἰσθανόμενον, ἐν τῷ μείζονι
2
προῤῥητικῷ.
3
κατάχλοα: ἄγαν χλοώδη.
4
κατιλλόμεναι: συνδεδεμέναι.
5
κατενόει: ἐσωφρόνει, ᾐσθάνετο.
6
κατεπλήσσετο: ἀποπληκτώδης ἐγίνετο.
7
κατηβολῇσι: περιοδικαῖς ἀρχαῖς παροξυσμῶν.
8
κατήρτητο: καθειστήκει, ἐσωφρόνει.
9
κατ’ ἰητρεῖον: τὰ κατὰ τὴν χειρουργίαν.
10
κατοπτῆρι: τῷ καλουμένῳ ἑδροδιαστολεῖ, ὥσπερ γε καὶ διόπτρα,
11
ὁ γυναικῶν διαστολεύς.
12
κατωμοσαδέω: ὑπακουστέον κώμης ὥσπερ κατωσωσιλέω.
13
καυλὸς: ἡ μὲν ῥίζα τῆς πόας σίλφιον ἰδίως ὀνομάζεται,
14
καυλὸς δὲ καὶ ὁ ὀπὸς, ὥσπερ καὶ τῶν ἄλλων· γράφει
15
γοῦν αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἢ σίλφιον ἢ ὁ ὀπὸς
16
ἢ καυλός.
17
καύσωμα: τὴν πύρωσιν, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ.
18
1
καυτῆρα χάλκεον: καλαμίσκον τινὰ τετρημένον κατὰ τὸν
2
πυθμένα, δι’ οὗ καίειν ἐστὶ καυτηρίδιον διαφανὲς καθιέν.
3
κάγχρυος ῥίζαν: τῆς λιβανώτιδος· ὅταν δὲ πληθυντικῶς
4
εἴπῃ τὰς κάγχρυς τὰς πεφρυγμένας κριθὰς ἀκουστέον.
5
κέδματα: τὰς ἐκ ῥεύματος χρονίους διαθέσεις, ἤτοι περὶ
6
τὰ ἄρθρα σύμπαντα ἢ ἐξαιρέτως περὶ τὰ κατ’ ἰσχίον·
7
ἰδίᾳ δέ σοι τοῦτο ἐξηγησάμεθα, ὥσπερ καὶ ἄλλας τινὰς λέξεις.
8
κεκωμῶσθαι: ἐν κώματι εἶναι.
9
κερχναλεόν: κέρχνου ποιητικόν· οὕτως δὲ ἥ τε τραχύτης ὀνομάζεται
10
τῆς φάρυγγος καὶ ὁ ἐν τῷ πνεύμονι ψόφος· καὶ
11
τὸ κέρχνον δὲ καὶ τὸ κέρχνεται καὶ οἱ κερχνασμοὶ τὸ
12
ἀνάλογον δηλοῦσιν.
13
κεφαλοειδοῦς: κεφαλὴν ἐχούσης.
14
κιγκλισμὸς: βραχεῖα συνεχὴς κίνησις, ἀπὸ τοῦ κίγκλου τοῦ
15
ζώου.
16
κίθαρον: θώρακα.
17
κίων: τὸ ἐκ τῶν θηριδίων ἄθροισμα τῶν τὸν σῖτον διαβιβρωσκόντων,
18
ὧν ἕκαστον κίων ὀνομάζεται· ἐπὶ τελευτῆς
19
τοῦ δευτέρου τῶν γυναικείων τοὔνομα.
1
κλήϊθρον: ὁ περὶ τὴν κατάποσιν τόπος ὑπὸ τοῖς παρισθμίοις.
2
3
κλιμακείου: τοῦ πλαγίου ἐν τοῖς κλίμαξι ξύλου· ἔνιοι δὲ
4
κλιμακίου γράφουσι χωρὶς τοῦ εʹ. καὶ ἡ διὰ τοῦ κλιμακίου
5
ἑτέρη τις τοιαύτη.
6
κλισμὸν: κλίνην, ἐν τῷ δευτέρῳ τῶν γυναικείων.
7
κνημαίου: τοῦ τῆς κνήμης.
8
κνήματα: ξύσματα· καὶ κνῆσαι τὸ ξύσαι.
9
κνῆστρον: ὅπερ καὶ κνέωρον.
10
κνήστρῳ: τῷ τυροκνηστεῖ· ἔστι δὲ μαχαίριόν τι ᾧ ξύεται
11
ὁ τυρὸς.
12
κνιδώσιες: νύξεις τινὲς κνισμώδεις, οἷαι καὶ ἀπὸ κνίδης γίνονται.
13
14
κνιπότητα: κνησμόν· ἔνιοι δὲ τὴν ξηροφθαλμίαν ἤκουσαν.
15
κνῦμα: ὠνοματοπεποίηται μιμήσει τοῦ ψόφου· ἀλλὰ καὶ ὁ
16
ἠρέμα στενάζων, κνυζόμενος, ἀπὸ τοῦ αὐτοῦ καὶ ὁ ἐπὶ
17
τῶν κυνῶν κνυζηθμός.
1
κόγχην: κεραμίδα, οὐδὲν πλέον δηλοῖ τῆς κεραμίδος.
2
κόγχον: τὴν κόγχην, τὴν χήμην.
3
κόκκαλον: οἱ μὲν πλεῖστοι τὸν πυρῆνα τοῦ στροβίλου· Διοσκουρίδης
4
δὲ τὸν κνίδιον κόκκον ὑποκοριστικῶς.
5
κόκκωνα: κόκκον τὸν κοινῶς ὀνομαζόμενον, οὗ τὸν κνίδιον,
6
ὃν καὶ αὐτὸν ἔστιν ὅτε κόκκον ἄνευ προσθήκης ὀνομάζει.
7
κόλλικας: τοὺς τροχίσκους· καὶ τὸ ἐν Ἀχαρνεῦσι, κολλικοφάγε
8
βοιώτιε, ἐπὶ τῶν σμικρῶν ἀρτίσκων εἴρηται.
9
κολοκύνθην ἀγρίην: τὴν κολοκυνθίδα.
10
κοπρίων: μελικηρῶν· οἱ δὲ πλεῖστοι γράφουσι κηρίων, δηλοῖ
11
δὲ τῶν ἀποπιεσμάτων τοῦ κηροῦ.
12
κορήν: τὴν πόαν, ἥτις καὶ ὑπερικὸν ὀνομάζεται, ἔχει δὲ
13
τὸν καρπὸν κορίῳ ὅμοιον.
14
κορούς: τὰς ἀπὸ τῶν κλάδων παραφύσεις, τὰ νέα βλαστήματα.
15
16
κορυφάδων: τῶν κορυφῶν τῆς πρὸς τῷ ὀμφαλῷ συναγωγῆς.
17
κοτίδι: τῷ ἰνίῳ, τῇ παρεγκεφαλίδι.
1
κότινον: ἀγρίαν ἐλαίαν.
2
κοτυλίδα: τὴν κοτύλην τοῦ ἰσχίου, ἔν τε τοῖς προκειμένοις
3
τῷ μοχλικῷ, κἀν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.
4
κοτυληδόνας δὲ τὰ στόματα τῶν εἰς τὰς μήτρας καθηκόντων
5
ἀγγείων, ὡς κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς
6
ἀποδέδεικται.
7
κοχώνην: τὴν σύζευξιν τὴν ἐν τοῖς ἰσχίοις τὴν πρὸς τὴν
8
ἕδραν, δι’ ἣν καὶ πᾶς ὁ περὶ τὴν ἕδραν τόπος οὕτως ὀνομάζεται.
9
10
κράδαι: συκῆς οἱ ἀκρέμονες.
11
κραίνουσι: λήγουσι.
12
κραμβίῳ: κράμβης ἀφεψήματι.
13
κρέκειν: ὠνοματοπεποίηται τὸ μισητὸν ἠχεῖν ἐν τῷ δευτέρῳ
14
περὶ νούσων τῷ μείζονι.
15
κρήγυον: τὸ ἀγαθόν.
16
κρημνοί: τὰ χείλη τῶν ἑλκῶν, ὡς ἐν τῷ περὶ τόπον κατὰ
17
ἄνθρωπον, καὶ τὰ πτερυγώματα τοῦ γυναικείου αἰδοίου.
1
κρησέρα: ἡ τοῦ ἀλεύρου πτίσις ὀνομαζομένη· μάρσιππος δέ
2
τίς ἐστιν αὐτὴ λινοῦς.
3
κρίμνα: τὰ ἁδρομερέστερα τῶν ἀλφίτων· ὅταν δ’ εἴπῃ κρίμνα
4
ἀλφίτου ἁδρὰ, τὰ μέγιστα τῶν ἀλφίτων δηλοῖ.
5
κρότωνας: τὰ ἐν τῷ πνεύμονι χονδρώδη βρόγχια·
6
ἐν τῷ πρώτῳ περὶ νούσων.
7
κρότωνος ῥίζα: τοῦτο οἱ Αἰγύπτιοι κίκιον ὀνομάζουσι.
8
9
κυάμου καρπὸν: ὁ μὲν Διοσκουρίδης, ὑοσκυάμου φησὶ λέγειν
10
αὐτόν· οὕτως ἐν τῷ πρώτῳ τῶν γυναικείων· ἔνιοι
11
δὲ τοῦ Αἰγυπτίου ἀκούουσιν.
12
κύαρ: τὸ τῆς βελόνης τρῆμα.
13
κύβιτον: τὸ ὀλέκρανον, ὅπερ καὶ ἀγκών. Διοσκουρίδης δὲ
14
τὸν κόνδυλον τοῦ βραχίονος οὕτως ὠνομάσθαι φησί.
15
κύκλοι προσώπου: τὰ μῆλα, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ
16
μείζονι.
17
κυγχνίδα: τήν τε σμικρὰν κύλικα καὶ τὴν ἰατρικήν πιθάκνην.
18
1
κυρβασίην: πίλον ὀξὺν, ὅνπερ καὶ τιάραν.
2
κυρήβια: ἄχυρα· δηλοῖ δὲ καὶ τὰ πίτυρα καὶ τὰ τῶν κριθῶν
3
ἀποβράσματα.
4
κυρίῃσιν: ἡμέραις, ταῖς τὰ τοιαῦτα κρίνειν πεπιστευμέναις.
5
κύρσεον: πρωκτόν.
6
κύστιγγα: κύστιν σμικράν.
7
κώδεις: κώδεια.
8
κωλεός: τὸ κῶλον ἐν τῷ τρώματι καὶ βέλτιον ἐξαιρέσιος.
9
κῶμα: καταφορά. γέγραπται δέ ὡς οἶσθα ἡμῖν περὶ τούτου
10
βιβλίδιον.
11
κωνίαν: οἶνον τὸν πισσίτην· ἐσβάλλεται σὺν τῷ φλοιῷ τῆς
12
πεύκης ἡμικοτύλιον εἰς τὸ κεράμειον καὶ οἱ μὲν ἀπηθοῦσι
13
μετὰ τὸ ζέσαι, οἱ δὲ καταλείπουσιν.
14
κωφοί: οἱ ἀμαυροὶ καὶ ἀσθενεῖς· τὸ δὲ κατὰ τὴν τρίτην
15
συζυγίαν ῥῆμα προσώπου τρίτου τὸ κωφοῖ ἀμαυροῖ καὶ
16
ἀμβλύνει δηλοῖ.