ΓΑΛΗΝΟΥ ΠΡΟΣΓΡΑΦΟΜΕΝΟΝ
ΒΙΒΛΙΟΝ ΠΕΡΙ ΟΥΡΩΝ.
1
Κεφ. αʹ. Τῶν οὔρων αἱ διαφοραὶ πολλαὶ
2
μὲν κατὰ μέρος, αἱ δὲ πρῶται δύο, χῦμά τε καὶ παρυφιστάμενον.
3
καλῶ δὲ χῦμα αὐτὸ τὸ οὖρον παρὰ τὸ κεχῦσθαι,
4
παρυφιστάμενον δὲ τὸ ἐν αὐτῷ ἑτεροίως ἐμφαινόμενον. ἀλλὰ
5
τοῦ χύματος πάλιν ἰσάριθμοι τυγχάνουσιν αἱ διαφοραί. δύο
6
γάρ ἐστι τούτου, τὸ μὲν σύστασις, τὸ δὲ χροιά. ἑκάτερον
7
δὲ τούτων εἰς ἕτερα διαιρεῖται. εἰ μὲν οὖν σύστασις
8
εἰς λεπτότητα, παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον.
9
ἀλλὰ τὸ μὲν σύμμετρον ἐπειδὴ κατὰ φύσιν ἐστὶν ἀδιαίρετον 19.575
1
ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνεται διχῆ. τὸ μὲν
2
λεπτὸν ἢ οὐρεῖται λεπτὸν καὶ μένει λεπτὸν ἢ οὐρεῖται λεπτὸν
3
καὶ ἀναθολοῦται καὶ παχὺ γίνεται.