Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


13 Κεφ. λστʹ.Ἔστω δὲ σύμμετρον ἐν συστάσει, ἀμειβέσθω
14 δὲ τοῖς χρώμασιν. ἀλλὰ λευκὸν τὸ τοιοῦτον οὐ δύναται
15 εἶναι. εἰ γὰρ λευκόν ἐστιν, ἄπεπτον ὑπάρχει. εἰ δὲ
16 τοῦτο φαίνεται καὶ τὸ χρῶμα πέψαι φύσις οὐ δεδύνηται,
17 πῶς τὴν σύστασιν ἐπάχυνε μείζονος καμάτου δεομένου;
18 οὐκοῦν τὸ σύμμετρον μετὰ λευκοῦ συστῆναι οὐ δύναται, 19.594
1 σπανίως δὲ μετὰ ὠχροῦ, εἰ μὴ πλείων δεδωκὼς καὶ τῇ
2 περιουσίᾳ τῆς ὑγρότητος. χολὴ τὸ μὲν χρῶμα μὴ λάβοι
3 πυῤῥὸν ξανθὸν, τὴν δὲ σύστασιν σχοίη σύμμετρον. ἀλλ’
4 ὅμως κἂν συστοιχῇ, οὐδὲ ἐπὶ τούτων ὑφίσταται, ὥστε καὶ
5 ταύτην ἐκβάλλομεν τὴν συμπλοκὴν μιγνυμένην μετὰ ὑποστάσεως.
6