4
Κεφ. ιʹ.Ὅτι δὲ τοῦ μέλανος αἱ τρεῖς εἰρημέναι διαφοραὶ
5
παχυτάτης κέκτηνται συστάσεως ἐντεῦθεν κατάδηλον.
6
ἐπὶ τῇ παρακμῇ γὰρ τοῦ τεταρταίου καὶ τῇ λύσει τῆς μελαγχολίας
7
οὖρα φαίνεται μέλανα γινόμενα. γίνονται δὲ μέλανα
8
διὰ τὸ ἐκκαθαίρεσθαι τὸν μελαγχολικὸν χυμόν. οὗτος
9
δὲ γεώδης τῇ οὐσίᾳ καὶ παχὺς κατὰ σύστασιν. οὐκοῦν καὶ
10
τὰ οὖρα ποιεῖ παχέα. ὁμοίως δὲ καὶ τὰ ἐξ ὑπεροπτήσεως
11
αἵματος μέλανα γινόμενα οὖρα παχέα τυγχάνει.
12
εἰ γὰρ ὄπτησις ἀνικμᾶται τὴν ὑγρότητα τοῦ αἵματος, εὔδηλον
13
ὡς παχύνει τὴν σύστασιν. καὶ φανερὸν ὅτι καὶ τὰ οὖρα
14
παχέα γίνεται. ἢ γὰρ τοῦ χρώματος μεταλαμβάνει καὶ
15
γίνεται μέλανα καὶ τῇ συστάσει ὡς ἀποκαύσει τοῦ αἵματος·
16
καὶ ἡ ψύξις δὲ φανερῶς τῇ πήξει παχύνει τὴν ὕλην καὶ
17
τὴν σύστασιν τοῦ οὔρου, ὁμοίαν ἀπεργάζεται τῇ τοῦ χύματος 19.581
1
συστάσει, καὶ πάλιν τὰ οὖρα γίνονται παχέα, ὥσπερ
2
ἐδίδαξα.