Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


7 Κεφ. μηʹ.Ἐσχάτην ἀπεψίαν. οὐ γὰρ ἐνεχείρησεν
8 ἐπὶ τούτων οὐχ ὡς πρὸς τὴν πέψιν. γίνεται δὲ τοῦτο
9 δι’ ἀσθένειαν τῆς δυνάμεως δι’ ἔμφραξιν διὰ τὸ χρόνιον
10 εἶναι τὸ νόσημα, ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτάτων
11 ὄντων ἐν ἀρχαῖς διὰ τὸ πλῆθος καὶ δυσπαθὲς τῆς ὕλης
12 διορθούμενον τὸ οὖρον γίνεται λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος
13 νεφρῶν, ἀλλὰ διαγινώσκεται ἐκ τῆς τοπικῆς ὀδύνης.
14 οὐρεῖται δ’ ἐνίοτε λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν
15 πυρετῶν καὶ σημαίνει φρενῖτιν. καὶ γὰρ καυσώδης
16 πυρετὸς πλῆθος δηλοῖ χολῆς. οὐ χρώννυται δὲ τὸ οὖρον,
17 εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις χολὴ, ἀλλὰ τῇ κουφότητι
18 εἰς τὸν ἐγκέφαλον ἀνέδρασεν, εἰ μὲν οὐ πάρεστι 19.601
1 φρενῖτις ἐπὶ τούτων γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. εἰ δὲ
2 καὶ παρούσης φρενίτιδος οὐρεῖται λεπτὸν καὶ λευκὸν ἐπὶ
3 διακαεστάτου πυρετοῦ προσαγγέλλει θάνατον ὡς ἐπὶ πολύ.
4 οὐ γὰρ ὑπομένει ἐγκεφάλου δύναμις ἤδη προκαταβεβλημένη
5 τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς
6 ἤδη σεσηπυίας.