7
Κεφ. κʹ.Τὰ γὰρ τοιαῦτα εἰρημένα τῇ θέσει μὲν
8
διαλλάττουσι, τὴν δὲ χροιὰν ἀμείβει ἡ τοῦ πνεύματος παρέμπτωσις.
9
ἀλλὰ τὸ πνεῦμα ἀπὸ τῆς πέψεως γίνεται καὶ εἰ
10
μὲν τελεία πέψις εἴη, καὶ ἡ φύσις τὸ πνεῦμα λεπτύνει. διὸ
11
καὶ ὑπόστασις τελεία δηλοῖ τὴν πέψιν. εἰ δὲ μὴ δυνηθείη
12
τὸ πνεῦμα λεπτυνθῆναι, ἀλλὰ τῇ παχύτητι, καὶ μὴ διαφορούμενον
13
ἐκ τοῦ χυμοῦ, διὸ καὶ ἀκατέργαστον ἔχει τὸν χυμὸν,
14
ὅθεν καὶ οὐ τελείαν πέψιν δηλοῖ, ἀλλ’ ἀσαφῆ καὶ μέσην,
15
διὸ καὶ τὴν μέσην καταλαμβάνει χώραν, οὐ γάρ ἐστι
16
πολὺ, εἰ γὰρ τὴν ἄνω πέψιν κατεῖχε καὶ ἐγίνετο νεφέλη
17
πέψιν μὲν σημαίνει ὅτι ἐγεννήθη. ἀμυδρὰν δὲ ὅτι πολὺ 19.586
1
καὶ παχύ ἐστι τὸ τοιοῦτον. καὶ δῆλον ὅτι ἐκ τοῦ τόπου
2
οὐδὲν πλέον μανθάνωμεν ἢ μέτρα τῶν δηλουμένων. εἰ μὲν
3
γὰρ μέλαν εἴη τὸ παρυφιστάμενον, κακόν. ἀλλ’ ἐὰν μέντοι
4
εἴη νεφέλη, ἀμυδρὸν τὸ κακόν. ἐὰν δὲ ἐναιώρημα, ἔλαττον
5
κακὸν, ἐὰν δὲ ὑπόστασις εἴη, τέλειον. περὶ μὲν τῆς θέσεως
6
ἱκανὰ τὰ εἰρημένα. δεδήλωται γὰρ οὔτε ἀγαθὸν οὔτε κακὸν,
7
ἀλλὰ μέτρια ἀγαθοῦ τε καὶ κακοῦ. ἀλλ’ ἐπειδὴ τέσσαρα
8
ζητοῦμεν ἐν τῷ παρυφισταμένῳ, χρῶμά τε καὶ τόπον
9
σύστασίν τε καὶ χρόνον, εἴρηται δὲ περὶ τοῦ χρόνου καὶ
10
τῆς συστάσεως καὶ τοῦ τόπου, τὸ λοιπὸν προσθήσωμεν ὅ
11
ἐστι περὶ τοῦ χρώματος, ἀλλ’ ἐπειδὴ λευκὸν ἦν τὸ κατὰ
12
φύσιν, τοῦτο δὴ ἔστω λευκὸν, τὸ δὲ παρὰ φύσιν περὶ ὧν
13
ἔρωμεν μέλαν ἢ πελιδνὸν ἢ ὠχρὸν ἢ ἐρυθρόν.