Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


14 Κεφ. καʹ.Τὸ μὲν οὖν ἐρυθρὸν ἀπὸ ἰχωροειδοῦς αἵματος
15 γίνεται καὶ ἀπεψίαν σημαίνει, ἀλλ’ οὐ θάνατον, ὅτι
16 μὲν οὖν κίνδυνον οὐκ ἐπάγει τὸ χρηστὸν καὶ οἰκεῖον τῆς 19.587
1 ὕλης ἐνδείκνυται. εἰ δὲ ἀπεψίαν σημαίνει, καὶ διὰ τοῦτο
2 καὶ χρόνιον. ἐκ τοῦδε φανερὸν τῶν χυμῶν οἱ μὲν ἐκ τοῦ
3 φλέγματος γίνονται ὡς τὸ φλέγμα καὶ ἰχὼρ, οἱ δὲ μετὰ
4 τοῦ αἵματος ὡς ξανθὴ χολὴ καὶ μέλας χυμός. ὅταν
5 οὖν τὸ οὖρον ἐρυθρὸν φανῇ, σημαίνει ἀπὸ ἰχῶρος ἔχειν τὸ
6 χρῶμα, δὲ ἰχώρ ἐστι πρὸ τοῦ αἵματος, οὐ γὰρ φύσις
7 τελείαν ἐπέθηκε τῷ αἵματι τὴν βαφὴν, εὔδηλον ὡς οὐδέπω
8 ἐπέφθη. εἰς δὲ τοῦτο τοῦ χρόνου χρῄζει φύσις πρὸς
9 τὴν πέψιν τοῦ αἵματος. τί μὲν οὖν σημαίνει τὸ ἐρυθρὸν
10 οὖρον εἰρήκαμεν.