Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


10 Κεφ. μʹ.Ἄριστον μὲν οὖν οὖρόν ἐστιν ἐπὶ τῶν νοσούντων
11 τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον ὑπόξανθον,
12 λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν. ὑποδεέστερον
13 δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμαλόν.
14 ἕτερον δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην
15 ἔχον. ἐφ’ ὧν γὰρ τὸ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ
16 ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν
17 πυθμένα τοῦ ἀγγείου καταφέρεσθαι. εἰ δέ τι πλεονάσαν τὸ
18 ἄπεπτον ἐν τῷ βάθει πνεῦμα πρὸς τὴν ἄνω ἐπιφάνειαν τοῦ 19.597
1 χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν καλουμένην νεφέλην.
2  ἐφ’ ὅσον οὖν ἰσχύει τὸ πνεῦμα καὶ μερίζει καὶ
3 μετεωρίζει τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτότερον γίνεται
4 τὸ οὖρον. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων καὶ τῶν ἐφημέρων
5 πυρετῶν νεφέλη μόνη ἐναιώρημα πολλάκις ἤρκεσε πρὸς
6 λύσιν τοῦ νοσήματος. ἐνίοτε καὶ τὸ εὔχρουν γίνεσθαι τὸ
7 οὖρον μόνον.