Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


2 Κεφ. λβʹ.Ἔστω οὖν πρῶτον ἐν τῇ συστάσει τοῦ χύματος
3 ἄπεπτον, τουτέστι λεπτὸν καὶ ἐν τῇ χροιᾷ λευκόν.
4 ἐπὶ τῷ τοιούτῳ οὔρῳ οὐ δύναται ἐνστῆναι παρυφιστάμενον.
5 γὰρ λεπτότης ἔνδειαν ὕλης σημαίνει, πῶς ὑπὸ τούτων
6 ἔχομεν ὑποθέσθαι γινομένην ὑπόστασιν; ἀλλ’ οὐδ’ ἂν ὠχρὸν
7 γένηται πυῤῥὸν ξανθὸν, μένον δὲ λεπτὸν ὑφίσταταί τε.
8  ἐπὶ τούτων γὰρ φύσις ἀποροῦσα ὕλης εἰς χρῶμα
9 μεταβάλλει τὸ οὖρον, ὥστε θέλοντας ἐργάσασθαι συμπλοκὰς
10 ὁμοῦ τε τοῦ χύματος καὶ τοῦ παρυφισταμένου, τὸ λεπτὸν
11 ἐκβάλλωμεν καὶ ὑποθώμεθα τὸ παχύ.