Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. λδʹ.Ἀλλ’ ἔστω πάλιν παχὺ καὶ συναπτέσθω
2 τῷ ἐρυθρῷ. τῷ γὰρ ὠχρῷ καὶ πυῤῥῷ καὶ ξανθῷ τὸ παχὺ
3 οὐ μίγνυται διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας. ἐὰν τοίνυν
4 τῷ ἐρυθρῷ μιγῇ τὸ παχὺ, καθάπερ ἐπὶ τῶν συνόχων,
5 ἔσται σημεῖον ἀπεψίας καὶ ἐν τῷ χύματι καὶ ἐν τῷ παρυφισταμένῳ
6 καὶ κατὰ τὴν σύστασιν καὶ τὴν χροιὰν ἀμφοτέρων,
7 τοῦ τε χύματος καὶ τοῦ παρυφισταμένου.