Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. ιδʹ.Ἔστω δὴ παχὺ καὶ μέλαν λοιπόν. καὶ
2 αὐτὴ δὲ συνίσταται καὶ σημαίνει τὸν μελαγχολικὸν χυμὸν
3 ἐκκενοῦσθαι πολὺν, ὡς ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου καὶ
4 ἐπὶ τῇ λύσει τῆς μελαγχολίας. περὶ δὲ τῶν διὰ ψύξιν καὶ
5 ὄπτησιν γινομένων μελάνων ὕστερον ἐροῦμεν· καὶ αὗται μὲν
6 τοῦ παχέος μετὰ τῶν ἐνδεχομένων χρωμάτων αἱ συμπλοκαί.
7 ἀρξόμεθα δὴ περὶ τῶν παρυφισταμένων.