Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 Κεφ. μαʹ.Πολλάκις δὲ καὶ τὸ λευκὸν χρῶμα τοῦ
9 παρεμφαινομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς
10 ὑπόστασιν χρηστὴν νομίζεσθαι οὐκ οὖσαν χρηστήν. συμβαίνει
11 γὰρ ὠμὸν καὶ λευκὸν χυμὸν συνεκκρινόμενον τὸ οὖρον
12 ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστὴν παρέχειν.
13 ἐνίοτε δὲ καὶ ἥπατος νεφρῶν πεπονθότων πύον
14 ἐκκρίνεται σὺν τῷ οὔρῳ ὑφιστάμενον καὶ ἀπατᾷ τὸν τεχνήτην,
15 ἀλλὰ τοῦτο μὲν πρῶτον διορίζεται προπεπονημένον τὸν
16 ἄνθρωπον τοὺς νεφροὺς τὸ ἧπαρ τι ἕτερον μόριον τῶν
17 εἰωθότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων. ἔπειτα δὲ καὶ
18 δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου. δὲ ὠμὸς χυμὸς 19.598
1 διορίζεται τῆς χρηστῆς ὑποστάσεως τῇ ἀνωμάλῳ συστάσει
2 τοῦ παρυφισταμένου. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει, ἀλλὰ
3 διορίζεται εἰς μικρὰ οἷον ψαμμία καὶ οὐδ’ ὅλως λεῖόν ἐστι,
4 καθὼς ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν τῶν χρηστῶν οὔρων
5 πρῶτα μὲν ἐπιφαίνεται νεφέλη. ἔπειτα ὑποκαταβαίνουσα
6 ποιεῖ τὸ ἐναιώρημα. ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν τῶ πυθμένι
7 τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστασιν, δηλονότι ὅταν τελείως πεφθῇ.
8 ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν
9 πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι
10 κάκωχρον καὶ τὸ χῦμα ὅλον. ἔπειτα κατὰ βραχὺ πεττόμενον
11 καὶ λεπτυνόμενον αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύματος
12 καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δ’ ἐπὶ πλεῖστον λεπτυνθῇ
13 καὶ πεφθῇ, ἐφίσταται ἐπὶ πολὺ τοῦ χύματος καὶ
14 ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τούς ἰδιώτας, ὡς ὑπολαμβάνειν
15 ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν νόσον.